1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

12

πολιορκουμένους; ἀλλ' οὔτε κυβερνήτης οὕτω ποτ' ἂν λεχθείη σοφός, εἰ κατὰ βυθῶν αὔτανδρον τὸ σκάφος ἐκδώσει, μηδὲν παρ' ἑαυτοῦ πρὸς τὴν τῶν ἐμπλεόντων σωτηρίαν πορισάμενος, οὔτε στρατηγὸς οὕτω ποτ' ἂν γένοιτο ἀφειδής, ὡς τοὺς αὐτοῦ γνωρίμους ἀτιμωρητὶ τοῖς ἐχθροῖς παραχωρῆσαι· ἀλλ' οὐδὲ ποιμὴν ἀγαθὸς τῆς αὐτοῦ ποίμνης τὸ πεπλανημένον ἀπαθῶς παρίδοι ἂν θρέμμα, ἀλλὰ τὰ μὲν εὖ ἔχοντα αὐτῷ ἐν ἀσφαλεῖ κείμενα καταλείψει, τῆς δὲ τοῦ πεπλανημένου χάριν σω τηρίας πᾶν ὁτιοῦν ἂν πάθοι, εἰ καὶ πρὸς θῆρας ἀγρίους συμπλακῆναι δέοι. 7.10 ἀλλ' οὐκ ἦν ἀλόγου θρέμματος ἡ σπουδὴ τῷ μεγάλῳ βασιλεῖ, τὸ δὲ πᾶν αὐτῷ τῆς οἰκείας στρατιᾶς καὶ τῶν δι' αὐτὸν πολεμουμένων χάριν ἐσπουδάζετο. ὧν τοὺς ἀγῶνας καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἀποδεξάμενος, τοὺς μὲν τὴν πρὸς αὐτὸν στειλαμένους πορείαν τοῖς παρ' αὐτῷ νικητηρίοις τιμήσας ταῖς κατ' οὐρανὸν ἀγγελικαῖς ἐνέγραφεν χορείαις, τοὺς δ' ἐπὶ γῆν ἐφύλαττεν, εὐσεβείας ζώπυρα σπέρματα τοῖς ὀψιγόνοις, θεατὰς ἅμα τῆς κατὰ τῶν ἀσεβῶν δίκης καὶ τῆς τῶν πεπραγμένων ἱστορίας ἐξηγητὰς γενησομένους. 7.11 εἶτ' ἐπὶ τὴν ἄμυναν τῶν πολεμίων τὴν αὐτοῦ δεξιὰν ἐκτείνας, ἑνὶ νεύματι τοὺς μὲν ἀθρόως ἀφανεῖς κατεστήσατο θεηλάτοις πληγαῖς προτιμωρησάμενος, αὐτούς τε οἰκείοις χείλεσι τὴν παλινῳδίαν τῆς τῶν πεπλημμελημένων σφίσιν αὐτοῖς καὶ μὴ βουλομένους ᾆσαι καταναγκάσας, τοὺς δ' ἀπὸ χθονὸς ἤγειρεν ὑψώσας τοὺς πάλαι ταπεινοὺς καὶ πρὸς ἁπάντων ἀπεγνωσμένους. 7.12 καὶ τοῦθ' ὁ μέγας βασιλεὺς οὐρανόθεν ἐνήργει, ὁπλίτην ἄμαχον τὸν αὐτοῦ θεράποντα προστησάμενος χαίρει γὰρ ὧδε προσφωνούμενος εὐσεβείας ὑπερβολῇ βασιλεύς· ὃν δὴ νικητὴν παντὸς τοῦ τῶν πολεμίων ἀπέφηνε γένους, ἕνα κατὰ πολλῶν ἐγείρας. οἱ μὲν γὰρ ἦσαν μυρίοι πολλοί τε, πολλῶν ἅτε φίλοι δαιμόνων, μᾶλλον δ' οὐδένες ἦσαν, ὅθεν οὐδ' εἰσίν, ὁ δ' ἐξ ἑνὸς εἷς βασιλεύς, εἰκὼν ἑνὸς τοῦ παμβασιλέως, καὶ οἱ μὲν ἀθέῳ ψυχῇ τοὺς εὐσεβεῖς ἄνδρας μιαιφόνοις ἀνῄρουν σφαγαῖς, ὁ δὲ τὸν αὐτοῦ σωτῆρα μιμούμενος καὶ μόνον σώζειν εἰδὼς καὶ τοὺς ἀθέους ἔσωζεν εὐσεβεῖν διδάσκων. 7.13 εἶθ' οἷα νικητὴς ἀληθῶς τὸ διττὸν ἐκεῖνο βάρβαρον ἐνίκα γένος, ἀνδρῶν μὲν τὰ ἀνήμερα φῦλα λογικαῖς ἐξημερῶν πρεσβείαις καὶ τοὺς κρείττονας εἰδέναι καὶ μὴ ἀγνοεῖν ἐπαναγκάζων, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νομιμὸν μεθαρμοζόμενος, τὸ δ' ἀπηνὲς καὶ ἀπηγριωμένον τῆς ἀφανοῦς δαιμόνων φύσεως ἔργοις αὐτοῖς ἀπελέγχων ὑπὸ τοῦ κρείττονος πάλαι νενικημένον. ὁ μὲν γὰρ κοινὸς τῶν ὅλων σωτὴρ τοὺς ἀφανεῖς ἀφανῶς ἠμύνατο, ὁ δ' οἷα μεγάλου βασιλέως ὕπαρχος τοῖς νενικημένοις ἐπεξῄει, τοὺς πάλαι νεκροὺς καὶ ἀπολωλότας σκυλεύων καὶ τὰ λάφυρα διανέμων ἀφθόνως τοῖς τοῦ νικητοῦ στρατιώταις. 8.1 Ἐπειδὴ γὰρ συνεῖδεν μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν. 8.2 ταῦτ' οὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδείας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν, οὓς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο. 8.3 οἱ δ' εὐσεβείᾳ πίσυνοι μυριάνδρων δήμων τε καὶ λαῶν μέσον παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς παρακελευόμενοι, κἄπειτα ἀπογυμνοῦντες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ' ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν