1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

20

συγκερασάμενος, μεταρρυθμίζει παντοίως τοτὲ μὲν ὡραίοις ἄνθεσιν, τοτὲ δὲ σχήμασι παντοίοις, τοτὲ δὲ ὀδμαῖς ἡδείαις, τοτὲ δὲ καρπῶν ἐναλλαττούσαις διαφοραῖς, τοτὲ δὲ τῇ γεύσει παντοδαπὰς ἀπολαύσεις παρέχων. 11.17 τί με δεῖ τοῦ θείου λόγου τὰς δυνάμεις ἐπεξιέναι τολμᾶν καὶ ἀδυνάτοις ἐπιχειρεῖν, πᾶσαν θνητὴν διάνοιαν ὑπερνικώσης τῆς ἐνεργείας; ἄλλοι μὲν οὖν τοῦτον φύσιν τοῦ παντὸς ὠνομάκασιν, ἄλλοι δὲ τὴν καθ' ὅλου ψυχήν, ἄλλοι δὲ εἱμαρμένην· οἱ δ' αὐτὸν εἶναι τὸν ἐπέκεινα τῶν ὅλων θεὸν οὐκ οἶδ' ὅπως τὰ πορρωτάτω διεστῶτα μιγνύντες ἀπεφήναντο, αὐτὸν τὸν πανηγεμόνα καὶ τὴν ἀγέννητον καὶ ἀνωτάτω δύναμιν κάτω βάλλοντες ἐπὶ γῆν, καὶ σώματι ὕλῃ τε φθαρτῇ συμπλέξαντες, ζώων τε ἀλόγων καὶ λογικῶν θνητῶν τε καὶ ἀθανάτων μέσον εἰλεῖσθαι φήσαντες. ἀλλ' οἱ μὲν ταῦτα. 12.1 Ἡ δ' ἔνθεος διδασκαλία τὸ τῶν ἀγαθῶν ἀνώτατον αὐτὸ δὴ τὸ πάντων αἴτιον ἐπέκεινα πάσης καταλήψεως εἶναί φησιν· διὸ δὴ ἄρρητον καὶ ἄλεκτον καὶ ἀνωνόμαστον καὶ φωνῆς οὐ μόνον ἀλλὰ καὶ ἐννοίας ἁπάσης ὑπέρτερον εἶναι, οὐκ ἐν τόπῳ περιληπτόν, οὐκ ἐν σώμασιν ὄν, οὐκ ἐν οὐρανῷ οὐκ ἐν αἰθέρι οὐδ' ἔν τινι μέρει τοῦ παντός, ἀλλὰ πάντη καὶ πάντων ἐκτὸς ἐν ἀπορρήτῳ βυθῷ γνώσεως τεταμιευμένον. τοῦτον μόνον ἀληθῆ θεὸν εἰδέναι τὰ θεῖα λόγια παιδεύει, πάσης κεχωρισμένον σωματικῆς οὐσίας, πάσης ἀλλότριον ὑπηρετικῆς οἰκονομίας· διὸ δὴ ἐξ αὐτοῦ τὸ πᾶν, οὐ μὴν δι' αὐτοῦ φῦναι παραδέδοται. 12.2 ἀλλ' αὐτὸς μὲν οἷα βασιλεὺς εἴσω που ἐν ἀρρήτοις καὶ ἀδύτοις καὶ ἀβάτοις φῶς οἰκῶν ἀπρόσιτον διὰ παντὸς μόνῃ τῇ θελητικῇ δυνάμει νομοθετεῖ καὶ διατάττεται· θέλον τος γὰρ ἔστιν ὅ τι καὶ ἔστιν, καὶ μὴ θέλοντος οὐκ ἔστιν, θέλει δὲ ἀγαθὰ πάντα, ὅτι δὴ καὶ αὐτοαγαθὸν τὴν οὐσίαν τυγχάνει. ὁ δέ, δι' οὗ τὰ πάντα, θεοῦ λόγος ἄνωθεν ἐξ ἀγαθοῦ πατρὸς ὡς ἐξ ἀενάου καὶ ἀπείρου πηγῆς ἀνομβρῶν λόγοις ἀρρήτοις ποταμοῦ δίκην πρόεισιν, ὅλος πλημμυρῶν ἐς τὸ κοινὸν τῆς τοῦ παντὸς σωτηρίας. 12.3 ὡς δὲ ἐπὶ τοῦ καθ' ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ' οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ὑπάρχων μόνος τὰ πρακτέα βουλεύεται, λόγος δ' ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτου μυχοῦ γεγεννημένος, ἀρρήτῳ λόγῳ καὶ δυνάμει ἀκατονομάστῳ, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς, 12.4 εἶθ' οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν δὴ τοῦ λόγου πατέρα οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ τὰ αὐτὰ δὴ μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ' ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ' ἐν φωνῇ δι' ἀέρος πληττομένῃ σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα θεοῦ δύναμις καὶ θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ πάντων ἀγαθῶν ἐκ τοῦ οἰκείου πληρώματος τοῖς πᾶσιν ἐπιλιμνάζων. ἄρδει τε οὐ τὰ προσεχῆ μόνον καὶ ἐγγυτάτω, ἀλλὰ καὶ τὰ πόρρω διεστῶτα κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ εἴ τις ἑτέρα τούτων ἐν τοῖς οὖσιν τυγχάνει λῆξις· 12.5 οἷς ὁμοῦ πᾶσιν ὅρους καὶ χώρας καὶ νόμους καὶ κλήρους διατάττεται κατὰ τὸ δικαιότατον, ἐξουσίᾳ βασιλικῇ τὰ πρόσφορα νέμων ἑκάστῳ καὶ χορηγῶν, καὶ τοῖς μὲν ὑπερκοσμίους ἁψῖδας τοῖς δ' αὐτὸν οὐρανὸν οἰκεῖν, τοῖς δ' αἰθερίους διατριβάς, τοῖς δ' ἀέρα, τοῖς δὲ γῆν ἀφορίζων, κἄπειτα μεθιστῶν ἐνθένδε πάλιν ἀλλαχόσε,