1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

16

τῆς ἀρετῆς καρποὺς ταμιευόμενον. 9.19 καὶ δὴ τοῦτ' ἦν τὸ μέγιστον τῆς τοῦ τιμωμένου δυνάμεως δεῖγμα, ὅτι δὴ δικαιοσύνης ἐξ ἴσου νέμων τὰ τάλαντα τὴν κατ' ἀξίαν ἀμοιβὴν ἑκατέρῳ τάγματι προσῆγεν. διὸ τοῖς μὲν τοὺς εὐκτηρίους οἴκους πολιορκήσασι παρὰ πόδας εἵπετο τἀπίχειρα τῆς δυσσεβείας, ἄρριζοί τε καὶ ἄοικοι ἀνέστιοί τε καὶ ἀφανεῖς καθίσταντο παραχρῆμα· ὁ δὲ τὸν αὐτοῦ δεσπότην παντοίοις τρόποις εὐσεβείας τιμῶν, καὶ τοτὲ μὲν οἴκους αὐτῷ βασιλικοὺς ἀνυψῶν, τοτὲ δὲ τοῖς ἁπανταχοῦ γῆς ἀφιερώμασι τοῖς ἀρχομένοις ἀναφαίνων, εἰκότως αὐτὸν οἴκου, βασιλείας καὶ γένους σωτῆρα καὶ φρουρὸν εὕρατο. ὧδε θεοῦ κατεφαίνοντο πράξεις δι' ἐνθέου ἀρετῆς τοῦ σωτηρίου σημείου, 10.1 οὗ δὴ πέρι μακρὸς ἂν εἴη λόγος μύσταις θεολόγων ἀνδρῶν παραδεδομένος· καὶ γὰρ ἦν τουτὶ σωτήριον ἀληθῶς, θαῦμα μὲν εἰπεῖν πολὺ δὲ θαυμάσιον ἐννοῆσαι, ὡς πάντα μὲν τὰ ἐξ αἰῶνος περὶ θεῶν ἐψευσμένα μόνον ἐπὶ γῆς ἐκάλυψεν ὀφθὲν καὶ σκότῳ μὲν καὶ λήθῃ παραδέδωκεν τὴν πλάνην, φῶς δὲ νοερὸν ψυχαῖς ἀνθρώπων ἐκλάμψαν τὸν μόνον ἀληθῆ τοῖς πᾶσιν ἀνεκάλυψε θεόν. 10.2 διὸ δὴ πᾶς ἐπὶ τὸ κρεῖττον μεταβαλὼν νεκρῶν μὲν εἰδώλων καταπτύει προσώποις, πατεῖ δ' ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου καταγελᾶ. λόγων δ' ἱερῶν ἁπανταχοῦ διατριβὰς ἄνθρωποι συστησάμενοι ᾧ σωτηρίοις μαθήμασιν ἐκπαιδεύονται, ὡς δὴ μηκέτι τὴν ὁρωμένην σαρκὸς ὀφθαλμοῖς ἐπτοῆσθαι κτίσιν μηδ' ἄνω βλέποντας ἥλιον καὶ σελήνην καὶ ἀστέρας μέχρι τούτων ἱστάναι τὸ θαῦμα, τὸν δὲ τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σέβειν δεδιδαγμένους. 10.3 τοσούτων δῆτα παραίτιον ἀγαθῶν ἀνθρώποις τὸ μέγα τουτὶ καὶ παράδοξον ἀναπέφανται σημεῖον, δι' οὗ τὰ μὲν οὐκέτ' ἔστιν ὅσα φαῦλα, τὰ δὲ πρὶν οὐκ ὄντα νῦν παρὰ τοῖς πᾶσιν ἀκτῖσιν εὐσεβείας ἐκλάμπει. 10.4 λόγοι δ' οὖν καὶ μαθήματα καὶ προτροπαὶ σώφρονος καὶ θεοσεβοῦς βίου εἰς ἐξάκουστον πᾶσιν ἔθνεσι κηρύττονται, κηρύττει τε βασιλεὺς αὐτός· τὸ δὲ μέγιστον θαῦμα ὅτι δὴ τοσοῦτος βασιλεὺς μεγίστῃ φωνῇ τῷ παντὶ κόσμῳ οἷά τις ὑποφήτης τοῦ παμβασιλέως θεοῦ κέκραγεν, πάντας ὁμοῦ τοὺς ὑπ' αὐτῷ ποιμαινομένους ἐπὶ τὴν τοῦ ὄντος γνῶσιν ἀνακαλούμενος. 10.5 καὶ δὴ μέσοις βασιλείων οἴκοις οὐκ ἔθ' ὡς τὸ πρὶν ἀνδρῶν ἀθέων φλήναφοι, ἱερεῖς δὲ καὶ θιασῶται θεοῦ βασιλικῆς ὕμνοις εὐσεβείας σεμνυνόμενοι πανηγυρίζουσιν, θεός τε εἷς αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς εἰς ἅπαντας καταγγέλλεται, ἀγαθῶν τε λόγος εὐαγγελικὸς τῷ τοῦ παντὸς βασιλεῖ τὸ τῶν ἀνθρώπων συνάπτει γένος, ἵλεων καὶ φίλον τὸν ἐπουράνιον πατέρα τοῖς κατὰ γῆν υἱοῖς εὐαγγελιζόμενος, χοροί τε παντοῖοι ᾠδαῖς ἐπινικίοις γεραίρουσι, καὶ πᾶν τὸ θνητὸν συνηχεῖ γένος τοῖς κατ' οὐρανὸν ἀγγελικοῖς θιάσοις, ψυχαί τε λογικαὶ δι' ὧν περιβέβληνται σωμάτων ὥσπερ διὰ μουσικῶν ὀργάνων τοὺς πρέποντας ὕμνους αὐτῷ καὶ τὰς ὀφειλομένας ἀναπέμπουσι θεολογίας· ὁμοῦ τε τοῖς κατ' ἀνατολὰς οἰκοῦσιν οἱ τὰ πρὸς δυσμὰς λαχόντες ὑπὸ μίαν καιροῦ ῥοπὴν τοῖς αὐτοῦ μαθήμασιν ἐκπαιδεύονται, τοῖς τε κατὰ μεσημβρίαν οἱ τὴν ἀρκτῴαν διειληφότες λῆξιν σύμφωνα κελαδοῦσι μέλη, τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις τὸν θεοσεβῆ μεταδιώκοντες βίον, καὶ ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἀνευφημοῦντες, ἕνα δὲ τὸν μονογενῆ σωτῆρα πάντων αἴτιον ἀγαθῶν ἐπιγραφόμενοι, ἕνα δὲ καὶ τὸν ἐπὶ γῆς διορθωτὴν βασιλέα παῖδάς τε τούτου θεοφιλεῖς γνωρίζοντες. 10.7 ὁ δ' οἷα σοφὸς κυβερνήτης ὑψίζυγος ὑπὲρ πηδαλίων ὀχούμενος εὐθείᾳ περαίνων οἰακίζει, οὐρίῳ πνεύματι τοὺς ὑπ' αὐτῷ πάντας ἐπὶ τὸν ἀσφαλῆ καὶ γαληνὸν ναυστολῶν ὅρμον, θεὸς δὲ αὐτὸς ὁ μέγας βασιλεὺς ἄνωθεν αὐτῷ δεξιὰν χεῖρα προτείνων τέως μὲν ἁπάντων ἐχθρῶν καὶ πολεμίων νικητὴν αὐτὸν καθίστησιν, μακραῖς ἐτῶν περιόδοις τὸ τῆς βασιλείας ἐπαύξων κράτος, μέλλει δὲ καὶ κρειττόνων ἀποφαίνειν κοινωνὸν