1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

9

λογικοῖς θρέμμασιν ἐπισκοπούμενος. μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας, προεμμελετᾶν ἐν τῷδε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γάρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωήν, ἣν τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξεν, καὶ ἐν .. τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσιν τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβασίν τε καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε χῶρον ἀπονεῖμαι τὸν προσήκοντα. 6.10 εἶθ' ὡς ἐν ἀγῶνος ἄθλοις παντοίους τοῖς νενικηκόσιν ἀναγορεύσας στεφάνους, ἄλλους ἐφ' ἑτέροις .. ἀρετῶν βραβείοις στεφανοῖ, βασιλεῖ δ' ἀγαθῷ θεοσεβείᾳ κοσμησαμένῳ μείζονα προητοιμάσθαι κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων ἐξ ἀριθμῶν συγκειμένῃ, δεκάδων τριάδων μονάδων τε τριπλασιόνων, 6.11 ὧν ἡ μὲν πρώτη τριὰς μονάδος ἂν γένοιτο ἔκγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα, ἤδη καὶ παντὸς πλήθους ἀρχὴ καταβολή τε καὶ στοιχεῖον εἰκότως ἂν ῥηθείη, μονὰς παρὰ τὸ μένειν ὠνομασμένη, ὅτι δή, μειουμένου καὶ αὐξομένου παντὸς πλήθους κατὰ τὴν τῶν ἀριθμῶν ὑφαίρεσίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθμῶν, φέρουσά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις. 6.12 μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων πᾶν πλῆθος κρατύνεται, οὐδ' ἔστιν ἄλλως δίχα μονάδος οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ' ἐκτὸς ἂν εἴη πλήθους πορρωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντός, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ' οὐδενὸς πώποτε. 6.13 τριὰς δὲ ταύτῃ συγγενής, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετος, καὶ πρώτη τῶν ἐξ ἀρτίων καὶ περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν. πρώτη δὲ τριὰς δικαιοσύνην ἀνέδειξεν ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεσότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα. εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος, ἣ τῆς ἀνάρχου καὶ ἀγεννήτου φύσεως ἠρτημένη τῆς τῶν γεννητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφεν. 6.14 καὶ τριάδος μὲν δύναμις ἄρα παντὸς εἰκότως ἂν ἀρχὴ νομισθείη. δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα μέχρις αὐτῆς τὸ πᾶν ἵστησιν, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν περιέχουσα. μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν τοῖς δέκα περιορίζονται· μητέρα ταύτην καὶ πῆξαι ὅρον τε καὶ περιγραφὴν κτησάμεναι ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν. 6.15 εἶτα κύκλον ἐργασάμεναι δεύτερον καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι, κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν, κἀντεῦθεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσσυτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύλους ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι. 6.16 τῶν γοῦν δέκα τὸ δέκατον μονάς· δέκα δὲ μονάδες μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος καὶ καμπτὴρ ἀποκαταστατικός, καμπτὴρ μὲν τῆς ἀπειρίας τῶν ἀριθμῶν ὅρος δὲ καὶ τέλος μονάδων, ὁμοῦ δὲ τριὰς δεκάδι συμπλα κεῖσα τρίτον τε περιελθοῦσα τὴν τῶν δέκα κύκλων περίοδον φυσικώτατον ἀριθμὸν γεννᾷ τὸν τριάκοντα· ὃ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς. 6.17 ὅρος τε πάγιος οὗτος τοῦ δευτέρου μεθ' ἥλιον μεγάλου φωστῆρος· σελήνης γοῦν περίοδος ἀπὸ συνόδου ἐπὶ σύνοδον μηνὸς κύκλον ἀπειργάζετο, μεθ' ὃν αὖθις ἀρχὴν γενέσεως