1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

18

ἐπιπνοίας δὲ ἀληθῶς τοῦ κρείττονος, οὗ θεράπων ἀγαθὸς ἀγαθῶν ὑπηρέτης εἶναι σεμνύνεται. 11.7 ταῦτά σοι, βασιλεῦ μέγιστε, φίλτατα καὶ προσήγορα εἶναι ἀληθῶς πεπεισμένος, τῶν σῶν φιλοθέων ἔργων τοὺς λόγους καὶ τὰς αἰτίας ὁ παρών μοι λόγος εἰς τοὺς πάντας ἐκφῆναι βούλεται, ὑφερμηνευτής τις εἶναι τῆς σῆς διανοίας καὶ τῆς φιλοθέου ψυχῆς ἄγγελος ὑπάρχειν εὐχόμενος, διδάσκων πάντα ἃ δεῖ καὶ προσήκει παιδεύεσθαι πάντα, ᾧ πόθος ἐστὶ μανθάνειν τῆς τοῦ σωτῆρος ἡμῶν θεοῦ δυνάμεως τοὺς λόγους, δι' οὓς καὶ πάλαι προὼν καὶ τοῦ παντὸς ἐπιμελόμενος ὀψέ ποτε οὐρανόθεν εἰς ἡμᾶς κατῄει, καὶ δι' οὓς φύσιν ἀνθρωπείαν ὑπεδύετο, καὶ δι' οὓς ἐπὶ τὸν θάνατον παρῄει, τῆς τε μετὰ ταῦτα ζωῆς ἀθανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναβιώσεως τὰς αἰτίας οὐ μόνον ἀλλὰ καὶ λογικὰς ἀποδείξεις ἐναργῆ τε διδάγματα τοῖς εἰσέτι τούτων δεομένοις ἀναγκαῖα. 11.8 ἀλλὰ γὰρ καὶ τούτων αὐτῶν ἐνθένδε ποθὲν ἄρξασθαι ὥρα. οἱ τὸ σέβας τοῦ κοσμοποιοῦ καὶ πανηγεμόνος θεοῦ τῶν ὅλων τοῖς πρὸς αὐτοῦ γεννηθεῖσιν ἀντικαταλλαξάμενοι ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη τά τε πρῶτα στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, τῇ ἴσῃ προσηγορίᾳ τῷ τούτων ποιητῇ καὶ δημιουργῷ τιμήσαντες καὶ θεοὺς ταῦτα προσειπόντες, ἃ οὐδαμῆ οὐδαμῶς ἦν, οὐδ' ὑπῆρχεν ἂν οὐδ' ὠνόμαστο, εἰ μὴ τῷ κοσμοποιῷ τοῦ θεοῦ λόγῳ παρέστη, οὔ μοι δοκοῦσι τούτων διαφέρειν, ὅσοι τὸν ἀρχιτέκτονα τῶν ἐν τοῖς βασιλικοῖς οἴκοις μεγαλουργημάτων παριόντες ὀρόφους καὶ τοίχους καὶ τὰς ἐν τούτοις πολυχρώμους καὶ πολυανθεῖς γραφὰς χρυσόφορα τε δαιδάλματα καὶ λίθων γλυφὰς ὑπερεκπλήττονται, τούτοις τε αὐτοῖς τῆς τοῦ τεχνίτου σοφίας ἀνατίθενται τὴν ἐπηγορίαν, δέον μὴ τοῖς ὁρωμένοις μόνῳ δὲ τῷ τούτων ἀρχιτέκτονι τὴν τοῦ θαύματος ἐπιγράφειν αἰτίαν, καὶ σοφίας ἔργα τὰ πολλὰ εἶναι ὁμολογεῖν σοφὸν δ' ἐκεῖνον μόνον τὸν δὴ τοῖς πολλοῖς τοῦ τοιαδὶ εἶναι παρασχόντα αἰτίαν. 11.9 νηπίων γοῦν κομιδῆ παίδων διαφέροιεν ἂν οὐδὲν καὶ οἱ τῆς ἑπταχόρδου λύρας αὐτὸ δὴ τὸ μουσικὸν ὄργανον ἀλλ' οὐ τὸν τῆς συντάξεως εὑρέτην τε καὶ ἐπιστήμονα τῆς σοφίας ἀποθαυμάζοντες, ἢ οἱ τὸν ἐν πολέμοις ἀριστέα παριόντες τὸ δὲ δόρυ καὶ τὴν ἀσπίδα ἐπινικίοις κοσμοῦντες στεφάνοις, ἢ οἱ τῷ μεγάλῳ βασιλεῖ τῷ τῆς μεγάλης καὶ βασιλικῆς παραιτίῳ πόλεως ἐξ ἴσου τιμῶντες ἀγορὰς καὶ πλατείας καὶ οἰκοδομήματα τεμένη τε ἄψυχα καὶ γυμνάσια, δέον μὴ κίονας μηδὲ λίθους τὸν δὲ τῶν σοφῶν μεγαλουργὸν καὶ νομοθέτην ὑπερεκπλήττεσθαι. 11.10 κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ σύμπαν τόδε σαρκὸς ὀφθαλμοῖς θεωμένους οὔτε ἡλίῳ οὔτε σελήνῃ οὔτ' ἄλλῳ τῶν κατ' οὐρανὸν ἀναθετέον τὴν αἰτίαν, σοφίας δ' ἔργα τὰ πάντα προσῆκον ὁμολογεῖν, μηδὲ μὴν ὁμοίως τῷ τούτων ποιητῇ τε καὶ δημιουργῷ τιμᾶν τε καὶ σέβειν, ἐκ δὲ τούτων αὐτῶν τῆς ὄψεως τὸν μηκέτι σώματος ὀφθαλμοῖς μόνῳ δὲ νῷ διαυγεῖ καὶ καθαρῷ νοούμενον τὸν παμβασιλέα θεοῦ λόγον πάσῃ διαθέσει ψυχῆς θεολογεῖν τε καὶ προσκυνεῖν· ἐπεὶ καὶ ἐπὶ ἀνθρώπου σώματι οὐδεὶς πώποτε τοῦ σοφοῦ καὶ ἐπιστήμονος ὀφθαλμοὺς ἢ κεφαλὴν ἢ χεῖρας ἢ πόδας ἢ τὰς λοιπὰς σάρκας, πολλοῦ δεῖ τὴν ἔξωθεν τοῦ τρίβωνος περιβολὴν σοφὴν ἀνηγόρευσεν, οὐδὲ σοφὰ τῆς οἰκίας τὰ ἔπιπλα οὐδὲ τοῦ φιλοσόφου τὰ ὑπηρετικὰ σκεύη, τὸν δ' ἀφανῆ καὶ ἀόρατον ἐν ἀνθρώπῳ νοῦν πᾶς τις ἔμφρων θαυμάζει. 11.11 ταύτῃ τοι καὶ μᾶλλον πρὸ τῶν ὁρωμένων δαιδαλμάτων τοῦ σύμπαντος κόσμου, σωμάτων ὄντων καὶ ἐκ μιᾶς ὕλης πεποιημένων, τὸν ἀφανῆ καὶ ἀόρατον λόγον τὸν δὴ τοῦ παντὸς εἰδοποιόν τε καὶ κοσμήτορα ὑπερεκπληκτέον, ὄντα τοῦ θεοῦ μονογενῆ, ὃν ὁ τῶν ὅλων ποιητὴς ὁ πάσης ἐπέκεινα καὶ ἀνωτάτω οὐσίας αὐτὸς ἐξ αὐτοῦ γεννήσας ἡγεμόνα καὶ κυβερνήτην τοῦδε τοῦ παντὸς κατεστήσατο. 11.12 ἐπεὶ γὰρ μὴ οἷόν τε ἦν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν τήν τε τῶν ἄρτι γενομένων λογικῶν φύσιν τῷ πανηγεμόνι θεῷ πελάζειν δι' ὑπερβολὴν τῆς