1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

22

συνεστῶσα χορδῶν, ὀξειῶν τε καὶ βαρειῶν, τῶν τε ἀνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων, εὖ δ' ἡρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ ταῦτα δὴ καὶ ὅδε πολυμερὴς ὢν καὶ πολυσύνθετος ψυχρᾶς ὁμοῦ καὶ τῆς ἐναντίας ταύτης θερμῆς, ὑγρᾶς τε καὶ αὖ πάλιν τῆς ἐναντίας ταύτης ξηρᾶς οὐσίας, εἰς μίαν συνελθὼν ἁρμονίαν ὄργανον ἂν εἴη μέγα, μεγάλου θεοῦ δημιούργημα, λόγος δ' ὁ θεῖος, οὐκέτ' ἐκ μερῶν συνεστὼς οὐδ' ἐξ ἐναντίων συγκείμενος, ἀμερὴς αὐτὸς ὢν καὶ ἀσύνθετος εὖ καὶ σοφῶς τὸ πᾶν ἀνακρούεται, τῷ αὐτοῦ πατρὶ καὶ βασιλεῖ τῶν ὅλων τὴν ὀφειλομένην καὶ αὐτῷ πρέπουσαν ἀποδιδοὺς μελῳδίαν. ὡς δ' ὑφ' ἑνὶ σώματι μέλη μὲν καὶ μέρη σπλάγχνα τε καὶ ἔγκατα συνῆκται μυρία, ψυχὴ δ' ἀφανὴς ἥπλωται δι' ὅλων μία καὶ νοῦς ἀμερὴς καὶ ἀσώματος εἷς, οὕτω δὴ καὶ ἐπὶ τοῦδε, ἐκ μὲν πολλῶν μερῶν κόσμος συνέστηκεν εἷς, λόγος δὲ ὡσαύτως θεοῦ πολυδύναμος καὶ παντοδύναμος εἷς διὰ πάντων ἥκων καὶ τοῖς πᾶσιν ἀφανῶς ἐφηπλωμένος πάντων ἂν εἴη τῶν ἐν αὐτοῖς αἴτιος. 12.12 οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὡς οὐρανὸς εἷς μυρίας περιλαμβάνει ἀμφὶ τοῦτον χορείας ἄστρων περιπολούσας; πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς· οὕτω δῆτα ἑνὸς ὄντος πατρός, καὶ τὸν τούτου λόγον ἕνα χρὴ ἀγαθὸν ἀγαθοῦ πατρὸς εἶναι. εἰ δ' ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελήνας καὶ κόσμους καὶ μυρία ἄλλα αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντα. ἀλλ' ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δὴ καὶ ἐν νοητοῖς ἀφανῶς ἡμῖν καὶ ἀοράτως εἷς ὁ τοῦ θεοῦ λόγος παντοδύναμος τὰ σύμπαντα καταυγάζει· 12.13 ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ' ἂν δημιουργός, εἰ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο, καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ' ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει καὶ λόγους γραμματικῆς καὶ ῥητορικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθήμασι καὶ τοῖς κατὰ χεῖρα προστήσεται, καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύ μασεν τὰς ἐν ἀνθρώπῳ οὐσίας διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν. 12.14 εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθείη ζώου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρῳ, καὶ ὀφθαλμοὺς πάλιν ἄλλῳ καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἀλλ' οὐκ, ἐπεὶ πολλὰ σχήματα καὶ μέρη καὶ μέλη ὑφ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἀλλ' ἕνα μόνον τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν τὸν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον· οὕτω δὴ καὶ ἐπὶ τοῦδε τοῦ σύμπαντος κόσμου, ἑνὸς μὲν ὄντος ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, οὐ πολλὰς χρὴ ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, οὐδὲ πολλοὺς ὀνομάζειν θεούς, μίαν δὲ θεολογεῖν τὴν πάνσοφον καὶ παναρμόνιον τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ διὰ πάντων ἥκουσαν καὶ διὰ παντὸς τοῦ κόσμου χωροῦσαν καὶ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καθόλου τε τοῖς πᾶσι καὶ τοῖς κατὰ μέρος σώμασί τε καὶ στοιχείοις ποικίλην τὴν ἐξ αὐτῆς χορηγίαν ποιουμένην. 12.15 οὕτως καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, καὶ αὔξει φυτά, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τῷ παντὶ συνίστησιν, ταῦτά τε πάντα μιᾷ ῥοπῇ φύσεως συντελεῖ, καὶ πυρὸς φύσις ὡσαύτως χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει