1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

10

ἀπολαβοῦσα νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα. 6.18 τούτοις αὐτοῖς τὰ τῆς κοσμοκρατορικῆς ἀρχῆς τοῦ νικητοῦ βασιλέως πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ' ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας ἐν οὐρανίῳ βασιλείᾳ. ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τὸν πάντων βασιλέα χορεύουσιν, οὐχ ἑνὸς ἡλίου, πάντων δ' αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀιδίου πηγῆς μαρμαρυγῶν, 6.19 ἔνθα ζωὴ ψυχῆς ἐν ἀγαθῶν ἀκηράτοις κάλλεσιν, ἔνθα βίος πάσης ἐκτὸς ἀχθηδόνος, ἔνθα σώφρονος καὶ παναγίας ἡδονῆς ἀπόλαυσις, καὶ χρόνος ἄχρονος ὁ μακραίων καὶ ἀτελεύτητος, εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ' ἡμερῶν καὶ μηνῶν διαστήμασιν οὐδ' ἐνιαυτῶν κύκλοις καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμετρούμενος, μιᾷ δ' εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὑφ' ἡλίου φωτιζομένῃ οὐδ' ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ' αὐτὸν ἐχούσῃ φωστῆρα τὸν θεὸν λόγον, τὸν μονογενῆ παῖδα τοῦ παμβασιλέως. 6.20 παρὸ καὶ ἥλιον αὐτὸν δικαιοσύνης καὶ φῶς ἐπέκεινα φώτων ἁπάντων λόγων ἀπόρρητοι μυοῦσι θεολογίαι, τοῦτον δ' αὐτὸν δικαιοσύνης ἀκτῖσι σοφίας τε αὐγαῖς τὰς παμμακαρίας καταλάμπειν δυνάμεις, τάς τε εὐσεβείᾳ παρεσκευασμένας ψυχὰς ἀντὶ τῆς οὐρανίου περιφερείας τοῖς αὐτοῦ κόλποις ἀπολαβόντα τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις. 6.21 θνητῶν δ' ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ' οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἃ τοῖς εὐσεβείᾳ διακοσμησαμένοις προητοίμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι' οὗ τὸν θάνατον καταγωνισάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὃ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας. 7.1 ∆υεῖν γάρ τοι φύσεων ἐν ἡμῖν συμπεπλεγμένων, ψυχῆς λέγω καὶ σώματος, καὶ τοῦ μὲν ὁρωμένου τοῖς πᾶσι τοῦ δ' ἀφανοῦς καθεστῶτος, δύο τούτοις ἐναντία βάρβαρα καὶ πολέμια γένη, τὸ μὲν ἀφανῶς τὸ δ' ἐκ τοῦ προφανοῦς παρετάττετο. καὶ τὸ μὲν σώματα σώμασι προβεβλημένον, τὸ δ' ἀσωμάτοις παντευχίαις γυμνὴν αὐτὴν ἐπολιόρκει τὴν ἀνθρώπου ψυχήν. 7.2 εἶθ' οἱ μὲν ὁρατοὶ βάρβαροι, νομάδες τινὲς ἄγριοι θηρῶν οὐδὲν διαφέροντες, ἐπὶ τὰς ἡμέρους τῶν ἀνθρώπων ἐφοίτων ἀγέλας, χώρας δῃοῦντες, πόλεις ἐξανδραποδιζόμενοι, λύκων ἀπηνῶν δίκην ἐκ τῆς ἐρήμης τοῖς κατὰ πόλιν ἐπιόντες, κἄπειτα λυμαινόμενοι ὅσοις ἂν δύναιντο. οἱ δ' ἀφανεῖς ἐχθροί, ψυχοφθόροι δαίμονες, οἱ δὴ βαρβάρων ἁπάντων ἀπηνέστεροι, ἀμφὶ τὸν ἀέρα τόνδε ποτώμενοι πᾶν τὸ θνητὸν γένος μηχαναῖς πολυθέου κακίας ἐξηνδραποδίζοντο, ὡς μηκέτ' αὐτοῖς εἶναι θεὸν τὸν ἀληθῆ θεὸν ἀλλά τινα πολὺν καὶ ἄθεον πλάνον· τοὺς γὰρ μηδαμῆ μηδαμῶς ὄντας οὐκ οἶδ' ὁπόθεν παραγαγόντες, τὸν ὄντα καὶ μόνον ἀληθῶς ὄντα ὡς οὐκ ὄντα πάρεργον ἐποιήσαντο. 7.3 ἔνθεν αὐτοῖς ἡ τῶν σωμάτων γένεσις ἐνομίσθη θεός, καὶ πάλιν ἄλλος ἐναντίος τούτῳ θεός, ἡ τῶν αὐτῶν διαφθορά τε καὶ λύσις. ἀλλ' ὁ μὲν πρῶτος αὐτοῖς ὡς ἂν γενέσεως ἀρχηγὸς Ἀφροδίτης ὀργίοις ἐτιμᾶτο, ὁ δὲ δεύτερος ὡς ἂν πολὺς καὶ τοῦ θνητοῦ κατισχύων γένους Πλούτων καὶ Θάνατος ὠνομάζετο. ὡς γὰρ μὴ ἑτέραν ἢ τὴν διὰ γενέσεως ζωὴν εἰδότες οἱ τότ' ἄνθρωποι τὴν ταύτης αἰτίαν γένεσιν θεὸν εἶναι ἀπέφαινον· καὶ