1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

26

ἀπολαμβάνοντες,» ᾗ φασὶν ἱεροὶ λόγοι. 13.12 καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς περὶ θεοῦ φυσικὰς ἐννοίας παρατρέψαντες ἀπρονόητα μὲν καὶ ἀνεπιτρόπευτα τὰ τῇδε πάντα ἡγοῦντο, ἀλόγῳ δὲ καὶ αὐτομάτῳ φύσει εἱμαρμένης τε ἀνάγκῃ τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ σύστασιν ἀνετίθεσαν. 13.13 καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς σφῶν ψυχὰς αὐτοῖς συνδιαφθείρεσθαι τοῖς σώμασιν ὑπολαμβάνοντες θηριώδη ζωὴν καὶ βίον ἀβίωτον διῆγον, οὐ ψυχῆς οὐσίαν διερευνώμενοι, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐκ ἀρετῆς ἔπαθλα, οὐκ ἀδίκου βίου τιμωρίας ἐν νῷ βαλλόμενοι, 13.14 ἤδη δὲ καὶ ὅλα ἔθνη πολυτρόποις κακίας εἴδεσι θηριώδει κατετήκοντο βίῳ, οἱ μὲν μητράσι μιγνύμενοι μίξιν ἔκθεσμον καὶ παρανομωτάτην, οἱ δὲ τὰς ἀδελφὰς αὐτῶν γαμοῦντες, οἱ δὲ τὰς αὐτῶν θυγατέρας διαφθείροντες, καὶ οἱ μὲν τοὺς ἐπιδημοῦντας ξένους κατασφάττοντες, οἱ δὲ καὶ κρεῶν ἀνθρωπείων ἀπογευόμενοι, οἱ δ' ἀγχόνῃ τοὺς γεγηρακότας ἀποπνίγοντες κἄπειτα τούτοις ἑστιώμενοι, οἱ δὲ κυσὶν ἔτι ζῶντας παραβάλλοντες. ἐπιλείψει με ὁ χρόνος τὰ πάντα τῆς παλαιᾶς νόσου τῆς δὴ τὸ πᾶν τῶν ἀνθρώπων γένος κεκρατηκυίας διηγούμενον, 13.15 ταῦτα καὶ ἀδελφὰ τούτοις μυρία, ὧν δὴ χάριν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, τῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης οἶκτον λαβών, πάλαι μὲν διά τινων αὐτοῦ προφητῶν καὶ ἔτι πάλαι πρότερον δι' ἑτέρων θεοφιλῶν ἀνδρῶν καὶ μετὰ τούτους διὰ τῶν μετέπειτα γνωρίμων ἐπὶ τὴν σφῶν θεραπείαν ἀνεκαλεῖτο τοὺς ἀπεγνωσμένους, νόμοις καὶ παραινέσεσι ποικίλαις διδασκαλίαις τε παντοίαις προοίμι' ἄττα καὶ στοιχεῖα θεοσε βείας εἰς ἀνθρώπους καταβαλλόμενος. ὡς οὖν οὐκέτ' ἀνθρωπείας δυνάμεως κρείττονος δὲ ἢ κατὰ ἄνθρωπον ἐδεῖτο βοηθοῦ τὸ θνητὸν γένος, ὧδε κἀκεῖσε πλανώμενον ἀφειδῶς τε σπαραττόμενον οὐχ ὑπὸ λύκων καὶ θηρίων ἀτιθάσων, δεινῶν δὲ καὶ ἀγρίων ὑπὸ δαιμόνων καὶ πνευμάτων ἀπηνῶν καὶ ψυχοφθόρων, ἧκεν λοιπὸν ἡμῖν αὐτὸς μάλα προθύμως καὶ παρῆν ἐφ' ἡμετέρας παρεμβολὰς ὁ τοῦ θεοῦ λόγος, πατρὸς παναγάθου πειθαρχῶν νεύματι. 13.16 αἰτία δ' ἦν αὐτῷ τῆς ἐνταυθοῖ παρουσίας τὰ δεδηλωμένα, ὧν δὴ ἕνεκα πάντων εἰς θνητῶν ὁμιλίας παριὼν οὐχ ὅπερ αὐτῷ σύνηθες ἦν τοῦτ' ἔπραττεν, ἀσωμάτῳ μὲν ὄντι καὶ τὸν ἅπαντα κόσμον ἀφανῶς ἐπιπορευομένῳ ἔργοις δ' αὐτοῖς οὐρανίοις τε καὶ τοῖς κατὰ γῆν τὰς αὐτοῦ μεγαλουργίας ἐκφαίνοντι, καινοτέρῳ δὲ καὶ τὸν συνήθη παραλλάττοντι τρόπῳ. δι' ὀργάνου γάρ τοι θνητοῦ τὰς πρὸς τοὺς θνητοὺς ὁμιλίας τε καὶ διατριβὰς ὑπῄει, τὸ θνητὸν διὰ τοῦ ὁμοίου σῶσαι προμηθούμενος. 14.1 Φέρε δὴ μετὰ ταῦτα καὶ δι' ἣν αἰτίαν ὀργάνῳ σώματι χρησάμενος εἰς ἀνθρώπων διατριβὰς παρῄει ὁ ἀσώματος τοῦ θεοῦ λόγος ἐξείπωμεν. καὶ πῶς ἂν ἄλλως θεία καὶ ἀναφὴς ἄυλός τε καὶ ἀόρατος οὐσία τοῖς ἐν γενέσει τὸν θεὸν καὶ ἐπὶ γῆς κάτω ζητοῦσιν, ἄλλως τε οὐ δυναμένοις ἢ μὴ βουλομένοις τὸν τῶν ἁπάντων γενεσιουργόν τε καὶ ποιητὴν ἐποπτεύειν, ἢ δι' ἀνθρωπείου σχήματός τε καὶ εἴδους ἑαυτὴν ἔφηνεν; 14.2 ὅθεν δι' ὀργάνου θνητοῦ, καταλλήλου βοηθήματος, τοῖς θνητοῖς εἰς ὁμιλίαν κατῄει, ὅτι δὴ τοῦτ' αὐτοῖς φίλον ἦν· τὰ ὅμοια γοῦν, φασί, τοῖς ὁμοίοις φίλα. τοῖς δῆτα χαίρουσι τῇ τῶν ὁρωμένων αἰσθήσει, ἐν ἀγάλμασί τε καὶ ξοάνων ἀψύχων γλυφαῖς θεοὺς ἀναζητοῦσιν, ἐν ὕλῃ τε καὶ σώμασιν τὸ θεῖον εἶναι φανταζομένοις, θνητούς τε ἄνδρας τὴν φύσιν θεοὺς ἀναγορεύουσιν, καὶ ταύτῃ πη ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος ἐδείκνυ. 14.3 διὸ δὴ νεὼν πανάγιον αὐτὸς αὐτῷ σωματικὸν ὄργανον κατεσκευάσατο, λογικῆς δυνάμεως αἰσθητικὸν οἰκητήριον, ἄγαλμα σεμνὸν καὶ πανίερον, ξοάνου παντὸς ἀψύχου προτιμότερον. τὸ μὲν γὰρ ἐξ ὕλης ἀψύχου δείκηλον, χερσὶ βαναύσων ἀνδρῶν ἐν εἰκόνι χαλκοῦ καὶ σιδήρου χρυσοῦ τε καὶ ἐλέφαντος λίθων τε καὶ ξύλων ἐν ὕλῃ τετεχνασμένον, προσφυὲς ἂν εἴη δαιμόνων οἰκητήριον· τὸ δ' ἔνθεον ἄγαλμα σοφίας ἐνθέου δυνάμει πεποικιλμένον ζωῆς μετεῖχεν καὶ νοερᾶς