1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

21

διακρίνων τε εὖ μάλα τοὺς ἑκάστων βίους, ἤθη τε καὶ τρόπων διαφορὰς ἀμειβόμενος, ζωῆς τε καὶ τροφῆς οὐ λογικῶν μόνον ἀλλὰ καὶ ζώων ἀλόγων ἐπὶ χρήσει τῶν λογικῶν ἐπιμελόμενος, 12.6 καὶ τοῖς μὲν θνητῆς καὶ προσκαίρου ζωῆς ἀπόλαυσιν, τοῖς δ' ἀθανάτου μετουσίαν παρέχων· πάντα τε αὐτὸς οἷα θεοῦ λόγος ἐνεργεῖ, τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα λογικῇ δυνάμει ἐπιπορευόμενος, ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων τοῖς ἐκείνου νεύμασι τὰ κάτω καὶ μετ' αὐτὸν ἀκολούθως οἷα κοινὸς ἁπάντων σωτὴρ διακυβερνᾷ, μεσεύων ἁμηγέπη καὶ συνάγων πρὸς τὸν ἀγέννητον τὴν γεννητὴν οὐσίαν. 12.7 δεσμός τις οὗτος ἀρραγὴς θεοῦ λόγος μέσος τυγχάνει συνδέων τὰ διεστῶτα καὶ μὴ μακρὰν ἀποπίπτειν αὐτὰ συγχωρῶν, οὗτος ἡ καθόλου πρόνοια, κηδεμὼν οὗτος καὶ διορθωτὴς τοῦ παντός, οὗτος θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὗτος μονογενὴς θεός, ἐκ θεοῦ γεγεννημένος λόγος· «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε» θεολόγων ἀνδρῶν ἱεραὶ διδάσκουσι φωναί· οὗτος ὁ κοινὸς ἁπάντων φυτουργός, δι' ὃν ἡ τῶν ὅλων οὐσία φύει καὶ θάλλει, ὀμβρήμασι τοῖς ἐξ αὐτοῦ διὰ παντὸς ἀρδομένη, νεαράν τε εἰς ἀεὶ τὴν ἀκμὴν καὶ τὴν ὥραν περικαλλῆ τοῦ παντὸς παρεχομένη. 12.8 ὁ δὲ τῶν ἡνίων ἐπειλημμένος εὐθείᾳ περαίνει, πατρικῷ νεύματι τὸ μέγα τοῦ σύμπαντος κόσμου πηδαλιουχῶν σκάφος. τοιοῦτον καλλιτέχνην υἱὸν μονογενῆ ὁ τῶν ὅλων ἐπέκεινα θεός, οἷα πατὴρ ἀγαθὸς ἀγαθὸν ἀπογεννήσας καρπόν, τῷδε τῷ κόσμῳ μέγιστον ἀγαθὸν ἐδωρήσατο, ἅτε ψυχὴν ἀψύχῳ σώματι, τῇ τῶν σωμάτων ἀλόγῳ φύσει τὸν αὐτοῦ λόγον ἐμβαλών, καὶ τὴν ἄμορφον καὶ ἀνείδεον ἄψυχόν τε καὶ ἀσχημάτιστον οὐσίαν θείᾳ δυνάμει λόγου φωτίσας τε καὶ ψυχώσας. ὃν δὴ ἡμῖν καὶ γνωριστέον τε καὶ σεπτέον, ἐν ὕλῃ μὲν καὶ σωμάτων στοιχείοις διὰ παντὸς ἐπιχωριάζοντα καὶ τὰ πάντα ζωογονοῦντα, τὸν αὐτὸν δὲ φῶς καὶ γέννημα νοερὸν φωτὸς ἀλέκτου, καὶ ἕνα μὲν τὴν οὐσίαν, ὡς ἂν ἐξ ἑνὸς ὄντα πατρός, πολλὰς δὲ τὰς ἐν αὐτῷ κεκτημένον δυνάμεις. 12.9 οὐ γὰρ ἐπειδὴ πολλὰ μέρη κόσμου, διὰ τοῦτο καὶ πολλὰς δυνάμεις ἡγητέον, οὐδ' ἐπεὶ πολλὰ τὰ πεποιημένα, ταύτῃ καὶ θεοὺς ὑφίστασθαι προσήκει πλείους. δεινὴν δὲ οἷα νήπιοι τὰς ψυχὰς πολυθέων ἀνδρῶν παῖδες πλάνην ἐπλανήθησαν τὰ μέρη τοῦ παντὸς θεοποιήσαντες καὶ τὸν ἕνα κόσμον εἰς πολλὰ διελόντες, 12.10 ὡς εἰ καὶ ἀνθρώπου συνεστῶτος ἑνὸς ἀπολαβών τις ἰδίως ὀφθαλμούς, ἄνθρωπον εἶναι λέγοι τούτους, καὶ ὦτα πάλιν ἄλλον ἄνθρωπον καὶ κεφαλὴν ὁμοίως, αὐχένα τε καὶ στέρνα καὶ ὤμους πόδας τε καὶ χεῖρας καὶ τὰ λοιπὰ κατακερματίσας μέλη, τάς τε τῶν αἰσθητηρίων δυνάμεις καταδιελὼν τῷ λόγῳ παμπόλλους λέγοι εἶναι ἀνθρώπους τὸν ἕνα, πλεῖον οὐδὲν ἢ μωρίας γέλωτα παρὰ τοῖς ἔμφροσιν ὀφλισκάνων. τοιοῦτος ἂν εἴη καὶ ὁ μυρίους ἑαυτῷ θεοὺς ἐξ ἑνὸς κόσμου τῶν μερῶν ὑφιστάμενος, ἢ καὶ αὐτὸν εἶναι θεὸν τὸν γεννητὸν τουτονὶ κόσμον πολλῶν ἐκ μερῶν ὑφεστῶτα νομίζων καὶ οὐκ εἰδὼς ὅτι θεία φύσις οὐκ ἄν ποτε ἐκ μερῶν συσταίη· εἰ δὲ σύνθετος γένοιτο, καὶ ἑτέρου δέοιτο ἂν τοῦ συνθήσοντος αὐτήν· οὐδ' αὖ πολυμερὴς οὖσα ὑπάρχοι ἂν θεία· πῶς γάρ; ἐξ ἀνομοίων διαφορῶν, χειρόνων τε καὶ ἀμεινόνων ὑφεστῶσα. ἁπλῆ δὲ καὶ ἀμερὴς καὶ ἀσύνθετος οὖσα, πάσης ἐπέκεινα τυγχάνει τῆς ὁρωμένης τοῦ κόσμου διατάξεως. 12.11 διὸ δὴ τῆς ἀληθείας ὁ κήρυξ ὧδέ πη λέγων διαρρήδην κέκραγεν· θεοῦ μὲν λόγος ὁ πρὸ πάντων μόνος ἂν εἴη λογικῶν πάντων σωτήρ, θεὸς δὲ ὁ ἐπέκεινα, λόγου γενεσιάρχης, μόνος ἁπάντων αἴτιος ὤν, αὐτοῦ μὲν οἷα μονογενοῦς κυρίως ἂν λεχθείη τοῦ λόγου πατήρ, αὐτὸς δ' ἀνώτερον αἴτιον οὐκ ἐπιγράψεται· διὸ δὴ καὶ μόνος θεὸς αὐτός, μονογενὴς δ' ἐξ αὐτοῦ πρόεισιν ὁ τῶν ὅλων σωτήρ, θεοῦ λόγος εἷς, ὁ διὰ πάντων. ὁ μὲν οὖν αἰσθητὸς κόσμος, οἷά τις πολύχορδος λύρα ἐξ ἀνομοίων