1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

23

τοσαῦτα κατεργαζομένη. 12.16 ταύτῃ τοι καὶ ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, ὁ διὰ πάντων ἥκων, ἐν πᾶσί τε ὢν καὶ πάντα ἐπιπορευόμενος, οὐράνιά τε καὶ ἐπίγεια, τὰ ἀφανῆ καὶ τὰ ὁρώμενα διακυβερνῶν, ἥλιόν τε αὐτὸν οὐρανόν τε καὶ τὸν σύμπαντα κόσμον ἀρρήτοις δυνάμεσιν ἡνιοχεῖ, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων χωρῶν, ἔτι αὐτῷ μὲν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας πηγῆς ἀέναον φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ' ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων νοερῶν τε καὶ λογικῶν οὐσιῶν ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς καλοῦ τε καὶ ἀγαθοῦ παντὸς ἐκ τῶν παρ' αὐτῷ θησαυρῶν ἐμπίπλησιν, μιᾷ δὲ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ καὶ στοιχείοις οὐσίας οὔποτε διαλιμπάνει παρέχων καὶ τοῖς σώμασι μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα, ποιότητάς τε μυρίας ἔν τε ζώοις καὶ φυτοῖς καὶ ψυχαῖς λογικαῖς τε καὶ ἀλόγοις ἄλλοτε ἄλλως καταποικίλλων καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, διαρρήδην τε ἐπιδεικνὺς οὐχ ἑπτάχορδον οὔτε πολύχορδον λύραν, ἕνα δὲ κόσμον πολυαρμόνιον ἑνὸς λόγου κοσμοποιοῦ ἔργον. 13.1 Λέγωμεν δὴ τὰ ἑξῆς καὶ διασαφῶμεν τὴν αἰτίαν, δι' ἣν ὁ τοσοῦτος τοῦ θεοῦ λόγος τὴν εἰς ἀνθρώπους κάθοδον ἐποιεῖτο. τοῦτον δὴ τὸν οὐρανοῦ καὶ γῆς ἐπιστατοῦντα τοῦ θεοῦ λόγον, τὸν ἐξ αὐτῆς οἷα πηγῆς τῆς ἀνωτάτω πατρικῆς θεότητος γεγεννημένον, καὶ τῷδε μὲν ἀεὶ τῷ κόσμῳ παρόντα καὶ συνόντα, τῆς δ' αὐτοῦ προνοίας καὶ τῆς εἰς ἀνθρώπους κηδεμονίας ἐναργῆ παρεχόμενον τὰ γνωρίσματα, ἀνθρώπων ἀφρόνων γένος μὴ συλλογισάμενον, ἡλίῳ καὶ σελήνῃ καὶ αὐτῷ οὐρανῷ καὶ ἄστροις τὴν σεβάσμιον ἀνέθεντο προσηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τὴν γεώδη φύσιν καὶ τοὺς ἀπὸ γῆς καρποὺς τροφάς τε σωμάτων παντοίας ἐθέωσαν, ∆ήμητραν καὶ Κόρην καὶ ∆ιόνυσον καὶ ἀδελφά γε τούτων ἕτερα ἀνειδωλοποιήσαντες. 13.2 καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τῆς σφῶν αὐτῶν διανοίας τοὺς λογισμοὺς καὶ αὐτὸν δὴ τὸν τούτων ἑρμηνέα λόγον θεοὺς ἀνειπεῖν οὐκ ἀπώκνησαν, Ἀθηνᾶν μὲν τὴν διάνοιαν τὸν δὲ λόγον Ἑρμῆν ἐπονομάσαντες καὶ τάς γε τῶν μαθημάτων ἐπηβόλους δυνάμεις Μνημοσύνην καὶ Μούσας ἀνειπόντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἐπὶ μεῖζον δ' αὔξοντες ἀτοπίας ὑπερβολῇ δυσσεβείας τὰ οἰκεῖα πάθη, ἃ δὴ ἐχρῆν ἀποτρέπεσθαι καὶ λόγῳ σώφρονι θεραπεύειν, οἵδε ἐθέωσαν, αὐτήν τε τὴν σφῶν ἐπιθυμίαν καὶ τὴν ἐμπαθῆ καὶ ἀκόλαστον τῶν ψυχῶν νόσον τά τε ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τε καὶ μέλη τοῦ σώματος καὶ ἔτι τὴν τῶν αἰσχρῶν ἡδονῶν ἀκράτειαν Ἔρωτα καὶ Πρίηπον καὶ Ἀφροδίτην καὶ ἄλλ' ἄττα συγγενῆ τούτοις ἀνειπόντες. 13.3 καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ἀμφὶ τὰς σωμάτων γενέσεις καὶ τὸν κάτω θνητὸν βίον καταπεσόντες, ἀνθρώπους θνητοὺς ἐξεθείασαν καὶ μετὰ τὸν κοινὸν θάνατον ἥρωας καὶ θεοὺς ἐπεφήμισαν, ἀμφὶ μνήματα καὶ τάφους τὴν ἀθάνατον καὶ θείαν οὐσίαν ὑποτοπήσαντες εἰλεῖσθαι. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ζώων ἀλόγων παντοῖα γένη ἑρπετῶν τε τὰ βλαπτικώτατα τῇ σεβασμίῳ προσηγορίᾳ τετιμήκασιν· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ δρῦς κατακόψαντες καὶ πέτρας ἐκτεμόντες γῆς τε μέταλλα, καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῆς ἄλλης ὕλης, διερευνησάμενοι, θηλειῶν τύπους καὶ ἀρρένων ἀνδρῶν σχήματα θηρίων τε μορφὰς καὶ ἑρπετῶν ἀνεπλάσαντο, κἄπειτα τούτοις τιμὰς περιτεθείκασιν. 13.4 καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τοῖς ἐμφωλεύουσι τοῖς ξοάνοις σκοτίοις τε μυχοῖς ἐγκαταδεδυκόσι δαίμοσι πονηροῖς ἀμφὶ τὰς τῶν θυσιῶν λοιβάς τε καὶ κνίσας λιχνεύουσιν τὴν αὐτὴν τῶν θεῶν ἀνέθηκαν ἐπηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ αὐτοῖς καταδέσμοις τισὶν ἀπειρημένης γοητείας, ἐκθέσμοις τε καὶ ἐπανάγκοις ᾠδαῖς καὶ ἐπῳδαῖς, δυνάμεις ἀφανεῖς ἀμφὶ