1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

33

τοῖς καθαρῶς καὶ ἀπλάστως μετερχομένοις τὸν βίον τῆς ὑπ' αὐτοῦ παραδοθείσης φιλοσοφίας; ἀναίμους δὲ καὶ λογικὰς θυσίας τὰς δι' εὐχῶν καὶ ἀπορρήτου θεολογίας τοῖς αὐτοῦ θιασώταις τίς ἐπιτελεῖν παρέδωκεν ἄλλος ἢ μόνος ὁ ἡμέτερος σωτήρ; 16.10 διὸ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια συνέστη ἐκκλησιῶν τε ἀφιερώματα, νοερῶν τε καὶ λογικῶν θυσιῶν ἱεροπρεπεῖς λειτουργίαι μόνῳ τῷ παμβασιλεῖ θεῷ πρὸς ἁπάντων τῶν ἐθνῶν ἀναπεμπόμεναι. τὰς δὲ δι' αἱμάτων καὶ λύθρων καπνοῦ τε καὶ πυρὸς ἐπιτελουμένας θυσίας τάς τε ὠμὰς ἐκείνας καὶ μανιώδεις ἀνδροκτασίας τε καὶ ἀνθρωποθυσίας τίς ἀφανεῖ τε καὶ ἀοράτῳ δυνάμει σβεσθῆναι καὶ μηκέτι ὑπάρχειν παρεσκεύασεν, ὡς μαρτυρεῖσθαι πρὸς αὐτῆς γε τῆς Ἑλλήνων ἱστορίας; ἐπειδὴ οὐ πρότερον ἀλλ' ἢ μετὰ τὴν ἔνθεον τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν κατὰ τοὺς Ἀδριανοῦ χρόνους πᾶσαι αἱ πανταχοῦ γῆς κατελύθησαν ἀνθρωποθυσίαι. 16.11 τοσούτων ἐναργῶν ἀποδείξεων τὴν μετὰ τὸν θάνατον ἀρετήν τε καὶ δύναμιν τοῦ σωτῆρος ἡμῶν πιστουμένων, τίς οὕτω σιδήρεος τὴν ψυχήν, ὡς μὴ συμμαρτυρεῖν τῇ ἀληθείᾳ καὶ τὴν ἔνθεον αὐτοῦ ζωὴν ὁμολογεῖν; ζώντων γὰρ ἀλλ' οὐ νεκρῶν τὰ κατορθώματα, ὄψεις τε ἀδήλων φασὶν εἶναι τὰ φαινόμενα. αὐτίκα δ' οὖν χθὲς καὶ πρώην θεομάχων γένος τὸν τῶν ἀνθρώπων βίον ἐκύκα, ἦγέν τε καὶ ἀπῆγεν καὶ πολλὰ ἴσχυεν. ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀπηλλάγη, ἐκεῖτο δὴ μετὰ ταῦτα ἐπὶ γῆς σκυβάλων ἐκβλητότερον, ἄπνουν ἀκίνητον ἄναυδον, καὶ οὐκέτ' αὐτῶν λόγος οὐδείς, οὐ μνήμη· φύσις γὰρ αὕτη νεκρῶν, καὶ ὁ μηκέτ' ὢν οὐδείς ἐστιν. ὁ δὲ μηδεὶς ὢν οὐδ' ἂν πράξειέν τι; ὁ δ' ἐνεργῶν καὶ πράττων καὶ πλείονα τῶν ζώντων δυνάμενος πῶς ἂν ὑποληφθείη μὴ ὤν; εἰ δ' ἀφανὴς εἴη σαρκὸς ὀφθαλμοῖς, ἀλλ' οὐκ ἐν αἰσθήσει τὸ κριτήριον, οὐδὲ τεχνικοὺς λόγους οὐδ' ἐπιστημονικὰς θεωρίας αἰσθήσει σωμάτων καταμανθάνομεν, οὐδὲ νοῦν τὸν ἐν ἀνθρώποις μήτι γε θεοῦ δύναμιν εἶδεν τις πώποτε ὀφθαλμοῖς, ἀλλ' ἐκ τῶν ἔργων τὰ τοιάδε πέφυκεν ἐπινοεῖσθαι. 16.12 διὸ δὴ καὶ ἐπὶ τοῦ ἡμετέρου σωτῆρος τὴν ἀφανῆ δύναμιν αὐτοῦ προσήκοι ἂν ἐκ τῶν ἔργων ἐπισκοπεῖν καὶ διακρίνειν, εἴτε χρὴ ζῶντος ὁμολογεῖν τὰ εἰσέτι δεῦρο πρὸς αὐτοῦ κατορθούμενα, εἴτε καὶ μὴ ὄντος εἶναι λέγειν· ἢ μωρὸν καὶ ἀσύστατον τὸ ἐρώτημα· τὸν γὰρ μὴ ὄντα πῶς ἄν τις εὐλόγως εἴποι ἂν εἶναι; τὸ γὰρ μὴ ὂν πάσαις ψήφοις οὐκ εἶναι ἀποπέφανται οὐδέ τι δύνασθαι οὔτ' ἐνεργεῖν οὔτε πράττειν. αὕτη γὰρ φύσις νεκρῶν ζώντων δὲ ἡ ἐναντία. 17.1 Ἔνθα δὴ καιρὸς ἐπιθεωρῆσαι τοῦ ἡμετέρου σωτῆρος τὰ καθ' ἡμᾶς ἀποτελέσματα καὶ ζῶντος θεοῦ ζῶντα ἔργα συνιδεῖν· ἦ γὰρ οὐ ζῶντος καὶ θεοῦ ζωὴν ὡς ἀληθῶς ζῶντος ἔργα ζῶντα τυγχάνει τὰ τοιαδὶ κατορθώματα; τίνα δὴ ταῦτα, ἐρωτᾶς; μάνθανε. 17.2 θεομάχοι τινὲς πρώην τῶν αὐτοῦ προσευκτηρίων τὰς οἰκοδομὰς σὺν πλείονι φιλονεικίᾳ καὶ σὺν μείζονι δυνάμει τε καὶ χειρὶ ἐκ βάθρων ἀνορύττοντες καθῄρουν ἀφανεῖς τε αὐτοῦ καθίστων τὰς ἐκκλησίας, πάσαις τε μηχαναῖς τὸν μὴ τοῖς ὀφθαλμοῖς ὁρώμενον ἐπολέμουν βάλλοντες καὶ ἀκοντίζοντες μυρίαις λόγων βολαῖς, ὁ δ' ἀφανὴς ἀφανῶς ἠμύνατο. 17.3 εἶθ' οἱ μὲν οὐκέτ' ἦσαν ἑνὶ θεοῦ νεύματι οἱ πρὸ μικροῦ τρυφηλοὶ καὶ τρισευδαίμονες, οἱ ἰσόθεοι παρὰ τοῖς πᾶσιν ἀνυμνούμενοι, οἱ μακραῖς ἐτῶν περιόδοις διαπρεπῶς τὴν ἀρχὴν εὐθύναντες, ὅτε δὴ τὰ πρὸς τὸν ὕστερον πολεμηθέντα φίλα τε ἦν αὐτοῖς καὶ εἰρηναῖα· ὡς δὲ μεταβαλλόμενοι θεομαχεῖν ἐτόλμων, τοὺς αὐτῶν θεοὺς προμάχους καὶ προασπιστὰς ἀντιπαρατάττοντες τῷ ἡμετέρῳ, αὐτίκα μιᾷ ῥοπῇ καὶ θεοῦ νεύματι καὶ δυνάμει τοῦ πολεμουμένου δίκας ὑπεῖχον οἱ ἅπαντες τῶν τετολμημένων, ὡς παραχωρεῖν τῷ πολεμουμένῳ καὶ νῶτα δόντες αὐτῷ τῇ θεότητι συνομολογεῖν συγχωρεῖν τε καὶ ἐπιτρέπειν τἀναντία τοῖς πρὶν τετολμημένοις. 17.4 ὁ δὲ τρόπαια νικητήρια παραχρῆμα πανταχοῦ γῆς ἀνίστη, ναοῖς τε ἁγίοις καὶ προσευκτηρίων σεμνοῖς