1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

11

ὡς μηκέτ' ὄντες μετὰ θάνατον νικητὴν ἁπάντων καὶ μέγαν θεὸν τὸν Θάνατον ἀνηγόρευον· εἶθ' ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον, βίον τε ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, μέγαν θεὸν καὶ πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτου τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα. 7.4 θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν ἡδονή, θεὸς ἡ τροφή, θεὸς ἡ τούτων βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ ∆ήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν ∆ιονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα. 7.5 τοσούτοις δῆτα βέλεσι θεομάχου πλάνης οἱ δεινοὶ βάρβαροι καὶ τῷ βασιλεῖ τῶν ὅλων ἐχθροὶ τοὺς ἐπὶ γῆς κατεπόνουν, καὶ εἷλόν γε τὸ πᾶν γένος ὑποχείριον, ὡς ἁπανταχοῦ γῆς ἀθεότητος ἀνεγεῖραι στήλας νεώς τε καὶ ἱερὰ ψευδωνύμου θεολογίας καθ' ἑκάστην γωνίαν συνίστασθαι. 7.6 οἱ γοῦν τότε κρατεῖν νομιζόμενοι τοσοῦτον καταδεδούλωντο τῇ πλάνῃ, ὡς ὁμοφύλων καὶ συγγενῶν φόνους τοῖς αὐτῶν καλλιερεῖν θεοῖς καὶ τὰ ξίφη θήγειν κατὰ τῶν προμάχων τῆς ἀληθείας, πόλεμόν τε ἄσπονδον καὶ ἀθέους αἴρεσθαι χεῖρας, οὐ κατ' ἐχθρῶν ἀλλοφύλων καὶ ἀπεξενωμένων, κατὰ δὲ τῶν συνεστίων καὶ φίλων, κατά τε ἀδελφῶν καὶ συγγενῶν καὶ φιλτάτων, οἳ δὴ σεμνότητι βίου σωφροσύνῃ τε καὶ θεοσεβείας ἀληθοῦς ἐγχειρήμασι τιμᾶν τὸ θεῖον καὶ σέβειν διεγνώκεσαν. 7.7 ἀλλ' οἱ μὲν ὧδέ πη μανίᾳ φρενῶν τοὺς τῷ βασιλεῖ τῶν ὅλων καθωσιωμένους τοῖς αὐτῶν δαίμοσι κατέσφαττον, οἱ δὲ τῆς ἀληθοῦς εὐσεβείας γενναῖοι μάρτυρες καὶ ζωῆς αὐτῆς τὸν ὑπὲρ ἀληθείας εὐκλεῆ θάνατον προτιμᾶν μεμελετηκότες παρ' οὐδὲν τὴν τοσαύτην ἐτίθεντο τυραννίδα, οἷα δὲ θεοῦ στρατιῶται καρτερίας ἀρετῇ φραξάμενοι, πάντα τρόπον θανάτου γέλωτα ἔθεντο, πῦρ καὶ σίδηρον καὶ προσηλώσεις, θῆράς τε ἀγρίους καὶ θαλάττης βυθούς, ἀποτομὰς μελῶν καὶ καυτῆρας, ὀφθαλμῶν ἐξορύξεις, τοῦ παντὸς σώματος ἀκρωτηριασμούς, λιμὸν ἐπὶ τούτοις καὶ μέταλλα καὶ δεσμὰ παντὸς καλοῦ καὶ ἡδονῆς ἁπάσης γλυκίονα ἡγησάμενοι δι' ἔρωτα καὶ πόθον τὸν πρὸς τὸν αὐτῶν βασιλέα. θηλειῶν τε ὡσαύτως νεανικαὶ ψυχαὶ τῶν ἀνδρῶν οὐχ ἧττον ἠρρενωμέναι, αἱ μὲν τοὺς αὐτοὺς τοῖς ἀνδράσιν ἀγῶνας ὑποστᾶσαι ἴσα τῆς ἀρετῆς ἀπηνέγκαντο βραβεῖα, αἱ δ' ἐπὶ φθορᾷ τῶν σωμάτων ἑλκόμεναι θᾶττον τὴν ψυχὴν θανάτῳ ἢ τὸ σῶμα τῇ φθορᾷ παραδεδώκασιν, μυρίαι τε ἄλλαι πρὸς τῶν κατ' ἔθνος ἀρχόντων, πορνείας ἀπειλὴν μηδ' ἄκροις ὠσὶν ἐπακοῦσαι δεδυνημέναι, πᾶν εἶδος στρεβλωτηρίων πᾶσάν τε ψῆφον θανατηφόρον εὐθαρσῶς ὑπέστησαν. 7.8 ἀλλ' οἱ μὲν τοῦ μεγάλου βασιλέως πρόμαχοι τῆς πολυθέου στρατιᾶς ὧδέ πη τοὺς ἄθλους ψυχῆς ἐρρωμένῳ λογισμῷ κατηγωνίζοντο· οἱ δ' ἐχθροὶ τῷ θεῷ καὶ τῆς ἀνθρώπων πολέμιοι σωτηρίας, πάντων ἀνημέρων βαρβάρων χείρους, τοιαύταις ἔχαιρον ἀνθρωπίνων αἱμάτων σπονδαῖς· οἵ τ' αὖ τούτων ὑπηρέται τοιαύτας αὐτοῖς προπόσεις ἐξ ἀδίκου μιαιφονίας προὔπινον, πικρὰν ταύτην καὶ δυσσεβῆ πανδαισίαν ἐπ' ὀλέθρῳ τοῦ κοινοῦ γένους αὐτοῖς παρασκευάζοντες. 7.9 τούτων δ' ὧδε ἐχόντων τί ἐχρῆν τὸν τῶν καταπονουμένων βασιλέα θεὸν διαπράξασθαι; ἆρά γε τὴν τῶν φιλτάτων ἀντιπαρελθεῖν σωτηρίαν καὶ παριδεῖν οὕτω τοὺς οἰκείους