1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

33

ἀκουόντων δοκῇ. ὧνπερ τεραστίων τὸ πλῆθος καὶ τὸ μέγεθος σημᾶναι θελήσας εἶπεν, ὅτι ἐὰν γράφηται καθ' ἕν, οὐδ' αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἑκάτερον δὲ σημαίνειν δύναται ὁ λόγος, ἓν μέν, ὅτι εἰ ἀπαραλείπτως ἐγράφετο, τοσαῦτα συνετάχθη βιβλία ὡς ἄπειρα εἶναι καὶ ἀπεριόριστα ἀριθμῷ, ὑπερβαίνειν δὲ τῷ πλήθει τὴν τοῦ κόσμου χρείαν. ἄλλο δέ, ὅτι καὶ ἴσως τὸ μέγεθος τῶν γεγονότων παραστῆσαι θελήσας ἐδείκνυεν, ὅτι τοσαῦτά ἐστιν ὡς ὑπερβαίνειν τὴν ἀνθρωπίνην ἀκοὴν καὶ χωρεῖσθαι ὑπὸ τοῦ κόσμου μηδαμῶς δύνασθαι. Πολλῶν ὄντων τῶν ὑπὸ τοῦ σωτῆρος γενομένων σημείων ὀλίγα ἱστόρησαν οἱ εὐαγγελισταί, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων ὑπερβαίνειν δόξῃ τὴν μνήμην τῶν ἀκουσάντων. ἢ οὖν τοῦτο λέγει, ὅτι, εἰ ἀπαραλείπτως πάντα ἐγράφη, τοσαῦτα ἔμελλεν εἶναι βιβλία ὡς ἀναρίθμητα εἶναι καὶ ὑπερβαίνειν τὴν τοῦ κόσμου καὶ τοῦ δυναμένου γνωσθῆναι χρείαν ἢ ὅτι, ἐὰν θελήσῃ τις τὸ μέγεθος τῶν γεγονότων παραστῆσαι, τοιαῦτά ἐστιν ὡς ὑπερβαίνειν τὴν ἀνθρωπίνην ἀκοὴν ὡς μὴ δύνασθαι χωρηθῆναι ὑπὸ τοῦ κόσμου.