1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

26

αὐτοῦ τῷ πατρὶ διὰ τῆς θεογνωσίας καὶ τοῦ τὰς ἐντολὰς αὐτοῦ τηρεῖν. εἰ δὲ λέγει νῦν ἔγνωκαν, τὸ τῆς πείρας ἔμαθον, ὡς πρέποντα δὲ τῇ ἀνθρωπότητι ταῦτα λέγει. ὅμως καὶ ὁ πατὴρ ἐν τῇ παλαιᾷ φαίνεται πρὸς τὸν Ἀβραὰμ λέγων· νῦν ἔγνων, ὅτι φοβῇ σὺ τὸν θεόν. ὅμως τὰ τοῦ πατρὸς ῥήματα ὁ υἱὸς εἰς τοὺς ἀνθρώπους διδοὺς ἐπληροφόρησε τοὺς πιστούς, ὅτι ἐκ τῆς οὐσίας ἦν τοῦ πατρὸς ἐξελθών. 335 Jo 17, 9- 11 Οὐ περὶ τῶν κοσμικῶν εὔχεται, ἀλλὰ περὶ τῶν ἁγίων, οὓς λέγει εἰλη φέναι παρὰ τοῦ πατρός, οὓς ἀρρήτως ὁ πατὴρ προσάγων τῷ υἱῷ μένει πάλιν ὢν δεσπότης αὐτῶν. οἱ δὲ ἅγιοι καὶ τὸν κατ' ἀρετὴν ἀσκοῦντες βίον τοῦ θεοῦ λέγονται οὐ δημιούργημα, ἀλλὰ ἄνθρωποι καθὸ τὰ ἀρεστὰ αὐτῷ ποιοῦσιν. ὅμως τὰ ἑαυτοῦ λέγει ὁ υἱὸς τοῦ πατρός, οὐδὲν δὲ ἧττον καὶ τὰ τοῦ πατρὸς ἴδια. ταῦτα δὲ ἔλεγεν ἐπειγόμενος εἰς οὐρανὸν ἀνελθεῖν. διὸ ὡς ἔτι μενόντων τῶν μαθητῶν ἐπὶ γῆς διὰ τὸ κήρυγμά φησι ταῦτα. 336 Jo 17, 11 Οἰκονομικῶς ὡς ἄνθρωπος λαλεῖ. ὥσπερ, φησίν, ἐμὲ ὑπερυψώσας καὶ ἔχω τὸ τῆς θεότητος ὄνομα, οὕτω καὶ τούτους διατήρηJoν ἐν τούτῳ τῷ ὀνόματι, ἵνα τῇ πίστει τελειωθέντες ἑνωθῶσι καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν τῇ οὐσίᾳ, εἰ καὶ διάφοροι κατὰ τὰς ὑποστάσεις. 337 Jo 17, 12 Συνὼν γὰρ αὐτοῖς ἐτήρει αὐτοὺς διά τε τῆς διδασκαλίας καὶ διὰ τῆς ἐπιχορηγίας τῆς ἑαυτοῦ δυνάμεως ἥτις λέγεται τοῦ πατρός. δείκνυσι δέ, ὅτι οὐκ ἀνάγκῃ αὐτοὺς εἷλκεν, ἀλλὰ προαιρέσει συνόντας ἐφύλασσε. διὸ καὶ Ἰούδας δι' ἑκούσιον δυστροπίαν ἀπώλετο, ἵνα πληρωθῇ ἡ γραφὴ λέγουσα· ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν, ἥτις πρόρρησις οὐκ ἀν αγκαστικὴ γέγονε τῷ Ἰούδᾳ, ἀλλὰ ἔλεγχος τῆς αὐτοῦ κακίας. 338 Jo 17, 13 Ἐπειδὴ μεταδοὺς αὐτοῖς θείας δυνάμεως, ὅτε ἐποίησεν αὐτοὺς ἐκβάλλειν τὰ δαιμόνια, χαρᾶς ἐπλήρωσεν αὐτούς, ταύτην αὐτοῖς διατηρηθῆναι αἰτεῖ τὴν χαράν. 339 Jo 17, 14-16 Ἐπειδὴ παρεδέξαντο τὴν εὐαγγελικὴν διδασκαλίαν, ἐμίσησεν αὐτοὺς ὁ κόσμος, τοῦτ' ἔστιν οἱ πονηροὶ ἄνθρωποι, οἱ τὰς κοσμικὰς ἡδονὰς ποιοῦντες. ὧν ἔξω ὄντες οἱ ἅγιοι οὐκέτι ἐκ τοῦ κόσμου εἰσίν. θέλει οὖν τέως ἐν τῷ κόσμῳ αὐτοὺς εἶναι διὰ τὴν εὐαγγελικὴν διακονίαν, διατηρεῖσθαι δὲ ἐκ τῶν διαβολικῶν ἐπιβουλῶν. διὰ τὸ ἐνάρετον δὲ τῆς ψυχῆς αὐτῶν καὶ τῆς πολιτείας ἀλλοτρίους αὐτοὺς λέγει τοῦ κόσμου ὡς καὶ ἑαυτὸν διὰ τὸ ἀναμάρτητον. 340 Jo 17, 17 Ἔδει πρὸς ἐργασίαν τῆς εὐαγγελικῆς πολιτείας τοῖς μαθηταῖς τοῦ ἁγια σμοῦ τοῦ ἐκ πατρὸς βεβαιοῦντος αὐτοὺς τῷ λόγῳ τῆς ἀληθείας. 341 Jo 17, 18-19 Ὥσπερ αὐτὸς οἰκονομικῶς ὡς ἄνθρωπος ἀπεστάλη κηρῦξαι τὸν σωτήριον λόγον, οὕτω καὶ αὐτὸς μετὰ τὴν ἀνάστασιν ἀπέστειλε τοὺς μαθητὰς διδάξοντας τὴν οἰκουμένην προαγιάσας αὐτοὺς ἐν ἑαυτῷ· δι' ὧν γὰρ ἑαυτὸν ἐπέδωκεν εἰς σφαγήν, ἁγιάζει ἑαυτόν (ἁγιάσαι γὰρ λέγεται τὸ εἰς θυσίαν δοῦναι), θυσίαν ἑαυτὸν προσφέρων ὑπὲρ τοῦ κόσμου, ἵνα τυχόντες τῆς ἐν αὐτῷ ἀπολυτρώσεως ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. 342 Jo 17, -21 Μεταδοὺς γὰρ αὐτοῖς τῆς ἁγίας δόξης καὶ ἰδίας κοινωνοὺς αὐτοὺς ἐν τούτῳ πεποίηκε τῶν ἀξιωμάτων. συνεχῶς δὲ τοῦ τῆς ἑνώσεως μέμνηται τρόπου εἰς ἀκριβῆ ἄγων τελειοτάτης νοήσεως κατάληψιν, δι' ἧς εἰς τελείαν ἄγονται πίστιν. ἣν ὁρῶντες οἱ πιστοὶ δι' αὐτῶν ἐμάνθανον τῶν πραγμάτων, ὅJoς ἦν ὁ ταῦτα δεδωκὼς τοῖς αὐτοῦ μαθηταῖς, δι' ὧν ἐδείκνυτο καὶ ἡ τοῦ πατρὸς εὐδοκία ἀγαπήσαντος αὐτοὺς καὶ τελειώσαντος διὰ τῆς ἐν Χριστῷ χάριτος. 343 Jo 17, -21 Οὐ μόνον τῶν μαθητῶν, ἀλλὰ καὶ πάντων μνημονεύει τῶν πιστεύειν μελλόντων διὰ τῶν μαθητῶν, οἵτινες καὶ αὐτοὶ ἓν γεγόνασι συναφθέντες ἑαυτοῖς τε καὶ τῷ θεῷ διὰ τοῦ συναφθῆναι τῷ Χριστῷ. αὕτη δὲ ἡ ἕνωσις οὐ κατ' οὐσίαν γίνεται ἢ καθ' ὑπόστασιν, ἀλλὰ κατὰ τὴν τῆς πίστεως συμφωνίαν. ἐκ ταύτης δὲ τῆς συμφωνίας καὶ ὁ κόσμος ἐπίστευσεν, ὅτι ὁ Χριστὸς εὐδοκίᾳ τοῦ πατρὸς ἐσαρκώθη καὶ ἐκήρυξεν τὸν λόγον τὸν σωτήριον· τοῦτο γάρ ἐστι τὸ ἀποστα λῆναι. 344 Jo 17, 24 Αἰτεῖ αὐτοὺς ἐν οὐρανῷ εἶναι, ἵνα θεωροῦντες αὐτοῦ τὴν δόξαν ἀπο λαύωσι τῆς μακαριότητος ταύτης.