1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

8

ἀποκλείων τὰ πρόβατα, τοὺς δὲ κλέπτας ἀπείργων τε καὶ ἐλέγχων. 106 Jo 10, 8 ∆ιὰ τοῦτο γὰρ καὶ ἀκριβῶς τῇ λέξει ἐχρήσατο εἰπὼν ὅJoι ἦλθον, ἀλλ' οὐχ ὅJoι ἀπεστάλησαν· οἱ μὲν γὰρ τοῦ θεοῦ προφῆται ἀποσταλέντες παρεγένοντο, οἱ δὲ ψευδοπροφῆται μηδενὸς ἀποστείλαντος ἤρχοντο ἐπὶ δια στροφῇ τῶν ἀπατωμένων. 107Jo 10, 8 Κλέπτας λέγει καὶ λῃστὰς οὐ τοὺς ἁγίους ἄνδρας καὶ προφήτας, ἀλλὰ καὶ τοὺς πρὸ τῆς αὐτοῦ παρουσίας ἐπὶ λύμῃ τῶν ἀνθρωπίνων ψυχῶν ἐλθόντας οἷος ἦν Θευδᾶς καὶ Ἰούδας ὁ Γαλιλαῖος, οἵτινες ἦλθον,, οὐκ ἀπεστάλησαν· τὸ γὰρ τοῦ ἀπεστάλθαι ὄνομα ἐπιτηδειότερόν ἐστι κατὰ προφητῶν. 108Jo 10, 9 Οἱ γὰρ εἰς αὐτὸν πιστεύοντες καὶ ὑπὸ τὴν λογικὴν αὐτοῦ γινόμενοι ποίμνην μετὰ ἀδείας εἰσέρχονται καὶ ἐξέρχονται νεμόμενοι τὴν τοῦ ποιμένος κηδεμονίαν νῦν, ἐν δὲ τῷ μέλλοντι αἰῶνι διὰ αὐτοῦ ὡς διὰ θύρας εἰς τὴν αἰώνιον ζωὴν παραπεμπόμενοι. 109Jo 10, 10 Κλέπτην λέγει τὸν ἐναντίον οὗ ἀποπλανῶντος τὰ πρόβατα καὶ εἰς ἀπώ λειαν ἐμβάλλοντος ἐδέησεν ἐλθεῖν τὸν κοινὸν σωτῆρα, ὃς οὐ μόνον ἠσφαλίσατο τὴν ποίμνην ἐκ τῆς τῶν λῃστῶν ἐπιβουλῆς, ἀλλὰ καὶ δοὺς ζωὴν ἀΐδιον ἐν δόξῃ καὶ τιμῇ παρασκευάζει εἶναι. 110Jo 10, 12-13 Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων ὀνομάζει τοῦ λαοῦ ἔχοντας μὲν ὄνομα ποιμένος, μηδὲν δὲ ποιοῦντας εἰς ἀσφάλειαν τῶν λαῶν· <ἀλλ'> ὡς ἀλλοτρίοις αὐτοῖς ἐκέχρηντο· οὐ γὰρ ἦσαν αὐτῶν ἴδια. διὸ ὁρῶντες τὸν λύκον ἔφευγον ἔκδοτον τοῖς θηρίοις τὴν ποίμνην καταλιμπάνοντες οὐδὲν ἀχθόμενοι ἐφ' οὓς ἑώρων τοὺς λαοὺς ὑπὸ τοῦ διαβόλου τοῦ νοητοῦ λύκου δια φθειρομένους. 111Jo 10, 14-15 Ἴδια ἑαυτοῦ πρόβατα λέγει τοὺς τέως ἐξ Ἰουδαίων πιστεύσαντας καὶ ἐπεγνωκότας διὰ τῶν εἰς αὐτοὺς εὐεργεσιῶν τὸν ἑαυτῶν ποιμένα. ὥσπερ, φησίν, ἐναργές ἐστι τὸ γινώσκειν καὶ γινώσκεσθαι ὑπὸ τῶν προβάτων, οὕτω καὶ ἡ γνῶσις τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ ἡ τοῦ υἱοῦ πρὸς τὸν πατέρα διὰ αὐτοψίας συνίσταται. τὰ δὲ δύο συνίστησι πρόσωπα, ἵνα δείξῃ, ὅτι οὐκ ἦν αὐτὸς ὁ πατήρ. ὅπερ δὲ εἶπεν, μετ' οὐ πολὺ ἐποίησε προσενέγκας ἑαυτὸν ὑπὲρ πάντων λύτρον. 112 Jo 10, 16 Ὡς θεὸς προγνώστης λέγει τοῦτο περὶ τοῦ ἐξ ἐθνῶν λαοῦ ὡς μέλλοντος συνάπτεσθαι τῷ Ἰσραὴλ καὶ τότε μὲν λόγῳ εἶπεν, ὕστερον δὲ ἔργῳ γέγονε καὶ μίαν ἐξ ἀμφοτέρων τὴν ἁγίαν αὐτοῦ πεποίηκεν ἐκκλησίαν. 113Jo 10, 16-18 Αὐτὸς μὲν ἦν ὁ πρῴην ἀοράτως ποιμαίνων τὸν Ἰσραήλ, ἀλλ' ἐπειδὴ ὁ Ἰσραὴλ χρόνῳ ὑπὸ ἀσεβείας εἰς ἀπώλειαν ἔπεσεν, ἐδέησε καὶ αὐτοψεὶ αὐτὸν ἐλθεῖν ἐπὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ, ὅπως πρὸς ταῖς ἄλλαις εὐεργεσίαις καὶ ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας δοὺς τὴν ἑαυτοῦ ψυχὴν τὴν ἀγαθοῦ ποιμένος ἐπιδείξηται διάθεσιν. περὶ τοῦ πάθους δὲ ὧδε διαλέγεται διδάσκων, ὅτι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τοῦτο γίνεται καὶ οὐκ ἄκων ἐπὶ τοῦτο ἔρχεται. λοιπὸν λέγει τὰ δείγματα τοῦ ποιμένος καὶ τοῦ μισθωτοῦ καὶ δείκνυσιν οὕτω κρατοῦντα αὐτὸν ὡς τὸν πατέρα, ὅπου γε ποιμήν ἐστι καὶ ἴδια αὐτοῦ τὰ πρόβατα. ὑψηλῶς οὖν φθεγγόμενος ἐν ταῖς παραβολαῖς συσκι άζει τὸν λόγον, ἵνα μὴ δῷ φανερὰν λαβὴν τοῖς ἀκροαταῖς. 115Jo 10, 17 Οὐ νῦν, φησίν, ἀγαπᾷ με ὁ πατήρ, ἀλλὰ πρὸ χρόνων αἰωνίων ἀεί, πλὴν ἐπείπερ εὐδοκίᾳ πατρὸς ἐπιδίδωμι ἐμαυτὸν εἰς θάνατον, ἀρέσκει τοῦτο τῷ πατρί. 116 Jo 10, 18 Οὐ γὰρ ἀνάγκῃ, ἀλλ' ἑκὼν ἦλθεν ἐπὶ τὸ πάθος καὶ ἐξουσίαν εἶχε τοῦ ἀναστῆσαι ἑαυτὸν ἐκ νεκρῶν.117Jo 10, 18 Ἀνόητος οὗτος ὁ λέγων ἄψυχον τὸ τοῦ Χριστοῦ σῶμα καὶ θεότητα ἀντὶ ψυχῆς εἶναι· ἀνόητον γὰρ ἐννοῆσαι παθητὴν θεότητα, παθητὴ δὲ ἡ ψυχή. διὰ τοῦτο δὲ λέγουσι παθητὴν τοῦ υἱοῦ τὴν θεότητα, ἵνα ἐλάττονα αὐτὸν δείξωσι τοῦ πατρός. πλὴν καὶ ἐπὶ τοῦ πατρὸς εὑρίσκομεν, φησίν, τὸ ἡ ψυχή μου, δι' οὗ νοοῦμεν, φησίν, τοῦ πατρὸς τὴν θεότητα. 118Jo 10, 19-21 Οἱ εἰς βάθος κακῶν ὀλισθήσαντες ἔλεγον δαιμόνιον ἔχειν τὸν ἐλευ θερώσαντα ἡμᾶς τῆς τῶν δαιμόνων τυραννίδος. οἱ δὲ ὀλίγον νήφοντες διήλεγχον ἐκείνους λέγοντες μὴ εἶναι ταῦτα τὰ ῥήματα δαιμονιζομένου. εἰς ἀπόδειξιν δὲ τῆς