1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

15

ἀποθνῄσκεις καὶ σῴζεις πάντας τοῦ νόμου λέγοντος τὸν Χριστὸν εἰς τὸν αἰῶνα μένειν, ἀγνοοῦντες, ὅτι ὡς πρόβατον μὲν ἐπὶ σφαγὴν ἀχθήσεται. ὅταν δὲ σφαγεὶς ἀναστῇ, τότε οὐκέτι ἀποθνῄσκει, ἀλλὰ μένει εἰς ἀεί. 3 Jo 12, 35 Ἀκολούθως διεμαρτύρετο· ἔτι γὰρ ὀλίγος ἦν καιρὸς ὁ μεταξὺ τοῦ πάθους καὶ ταύτης τῆς διαλέξεως. φῶς δὲ ἑαυτὸν καλεῖ ὡς διὰ τῆς εὐαγγελικῆς διδασκαλίας φωτίζοντα τὰς ψυχάς. 4 Jo 12, 35 Σκοτίαν δυνατὸν λέγεσθαι καὶ τὴν ἐν τῷ μέλλοντι αἰῶνι τῶν ἀσεβῶν κατάκρισιν ὡς σαφέστερον ἀλλαχοῦ εἶπε περὶ τοῦ μὴ ἔχοντος ἔνδυμα γάμου· ἐκβάλετε γὰρ αὐτόν, φησίν, εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 5 Jo 12, 36 Οἱ πιστεύσαντες οὐ μόνον ὅτι κατηυγάσθησαν τῇ ἐπιγνώσει τοῦ φωτός, ἀλλὰ καὶ φῶς γεγόνασι καὶ ὠνομάσθησαν. 6 col1 Jo 12, 36 Ἐκρύβη οὐ δειλίας ἕνεκεν οὐδὲ ἀφανῆ ἑαυτὸν παντελῶς καθιστάς, ἀλλ' ὑπεχώρει χρησίμως, ἵνα σχολὴν αὐτοῖς ἐνδιδόναι δόξῃ εἰς ἐπίσκεψιν τῶν εἰρημένων· οὕτω γὰρ ἐπὶ συννοίας γενόμενοι καὶ τοὺς λόγους αὐτοῦ μετὰ τῶν πράξεων ἀκριβῶς ἀναπεμπαζό μενοι εἰς αἴσθησιν ἐλθεῖν ἠδύναντο τοῦ ἀξιώματος αὐτοῦ, εἴγε ἐβούλοντο εὐγνωμόνως συνορᾶν τὰ πράγματα· εἰ γὰρ καὶ τὰ μάλιστα προῄδει αὐτῶν τὴν ἀπιστίαν, ἀλλ' ὅμως τὸ παρ' ἑαυ τοῦ διὰ φιλανθρωπίαν ἐποίει. Οὐ δειλίας <ἕνεκεν> ὑποχωρεῖ, ἀλλὰ διδοὺς αὐτοῖς σχολὴν εἰς ἐπίσκεψιν τῶν εἰρημένων. εἰ γὰρ καὶ ᾔδει τὴν αὐτῶν ἀπείθειαν, ἀλλ' ὅμως τὸ παρ' ἑαυτοῦ ποιεῖ διὰ φιλανθρωπίαν. 7 col1 Jo 12, 38-40 Οὐκ ἐξ ἀνάγκης αὐτοὺς εἰς τοῦτο ἀγούσης, ἀλλ' ἐφ' ἅπερ ἕκαστος αὐτῶν προείλετο. ἴσως δὲ ἐπειδὴ ἡ προλα βοῦσα αὐτῶν παρανομία ἀξίους τῆς πωρώσεως ἀπειργάσατο, κρίσει δικαίᾳ ὑπέμενον τοῦτο, δίκην ἐκτίνοντες τῆς προλαβούσης καὶ τῆς ἔτι ἐνεστώσης αὐτῶν δυσσεβείας· ὁ μὲν γὰρ Ἠσαΐας τὴν ἀπιστίαν αὐτῶν προβλέπων προ φητικῶς τὸ γενησόμενον ἔλεγεν· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέ ποντες βλέψετε καὶ οὐ μὴ ἴδητε τὴν αἰτίαν τῆς ἀπονοίας καὶ τῆς τυφλώ σεως εὐλόγως αὐτοῖς ἐπιγράφων. ὁ δὲ εὐαγγελιστὴς ἀκριβῶς ἐπιστάμενος, ὅτι ἡ ὑπὸ τοῦ θεοῦ προγνωσθεῖσα αὐτῶν ἀπιστία ἐξ ἅπαντος εἰς ἔργον χωρήσει, προσετίθει τὴν αἰτίαν, ὅτι οὐκ ἠδύναντο πιστεύειν, ὅτι εἶπεν Ἠσαΐας· τετύφλωκεν αὐ τῶν τοὺς ὀφθαλμούς· ἀψευδὴς γὰρ ἡ τοῦ θεοῦ πρόγνωσις οὐκ ἀναγκά ζουσα μὲν τοὺς ἀσεβεῖς εἰς ἀπιστίαν, προβλέπουσα δὲ μόνον καὶ γινώσκουσα τὴν μέλλουσαν αὐτῶν τὴν ἐκ προαιρέ σεως ἀπείθειαν. Οὐκ αὐτὸς ὁ θεὸς ἐτύφλωσεν ἢ ἐπώρωσεν αὐτούς, ἀλλὰ συνεχώρησεν αὐτοὺς ἐπέκεινα, ἵνα ἤθελον ποιεῖν, ἐπειδὴ ἡ προλαβοῦσα παρανομία ἀξί ους πωρώσεως ἐποίησε καὶ ἡ νῦν ἀπιστία. ὁ μὲν οὖν Ἠσαΐας προφητικῶς ὁρῶν τὰ ἐσόμενα προ εῖπεν αὐτοῖς ἐπιγράφων τῆς πωρώσεως τὴν αἰτίαν, ὁ δὲ εὐαγγελιστής φησιν, ὅτι τὰ προγνωσθέντα παρὰ θεῷ ἀδύ νατον ἦν μὴ ἐκβῆναι· ἀψευδὴς γὰρ ἡ πρόγνωσις τοῦ θεοῦ, οὐκ ἀναγκά ζουσα μέντοι τοὺς ἀσεβεῖς ἀπιστεῖν, ἀλλὰ προβλέπουσα μόνον τὴν ἐJoμένην ἀπιστίαν ἡ προφητεία γέγονεν. 8 Jo 12, 40 Πωρωθέντες γὰρ ἐξ ἀπιστίας οὐκέτι προσεῖχον οὐδὲ τῷ μεγέθει τῶν σημείων. περὶ οὖν τούτου ὁ προφήτης προεῖπεν. 9 Jo 12, 41 Ἐξ ὧν λέγει ὁ εὐαγγελιστὴς τὸν υἱὸν εἶδεν ὁ Ἠσαΐας. 210 col1 Jo 12, 42-43 Ὥσπερ ἀμέλει καὶ ὁ Νικόδημος καίπερ γνησίως διακεῖσθαι περὶ τῶν κυρίου δοκῶν παρὰ τὰς ἀρχὰς λανθά νειν τοὺς ἄρχοντας ἐσπούδασε καὶ νυκτὸς παρεγένετο πρὸς αὐτὸν κρυπτόμενος διὰ φόβον καὶ ὥσπερ κλέπτων ἐν νυκτὶ πρὸς αὐτὸν εἴJoδον καὶ πιστεύειν μὲν ὡμολόγει , παρρη σιάζεσθαι δὲ τέως οὐκ ἐτόλμα, ἵνα μὴ ἀποσυνάγωγος γένηται, οὕτω καὶ οὗτοι· κατὰ διάνοιαν γὰρ ἀπο δέχεσθαι αὐτὸν καὶ πιστεύειν δοκοῦντες οὐδαμῶς παρρησιάζεσθαι ὑπέμενον. διόπερ καὶ μὴ τολμῶντες οὐδὲν το Joῦτον ὠφελεῖσθαι ἠδύναντο· ἡ γὰρ τῆς πίστεως συγκατάθεσις, εἰ μὴ προσλάβῃ καὶ τὴν τοῦ λόγου παρρη σίαν, οὐδένα καθ' ἑαυτὴν τελειῶσαι ἰσχύει. χρὴ οὖν μήτε τὴν πίστιν ἀ παρρησίαστον ἔχειν μήτε τὴν διὰ τοῦ στόματος ὁμολογίαν δίχα τῆς ἐμψύχου