1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

19

θεοσημείας· ἡ γὰρ θέα διὰ τῶν ὀφθαλμῶν ἐν ὀλίγῳ γίνεται καιρῷ, ἡ δὲ γνῶσις τῶν ἀοράτων ἐν πολλῷ διαστήματι. ἐπεὶ οὖν δεῖ τῆς κατὰ διάνοιαν γνώσεως, ἵνα τις γνῷ μου τὴν οὐσίαν, ὁ ἐμὲ γινώσκων καὶ τὸν πατέρα γινώσκει· οὐ γὰρ οὐδὲ Ἰουδαῖοι ὀφθαλμῷ με θεωρήσαντες ὡς ἄνθρωπον ἤδη δι' ἐμοῦ εἶδον καὶ τὸν πατέρα· οὐκοῦν δῆλον, ὅτι τὴν κατὰ διάνοιαν ὅρασιν λέγει. 255 Jo 14, 10 Ἁρμόζει κατὰ Σαβελλίου· τὸν γὰρ ἐν ἄλλῳ ὄντα καὶ ἐν ἑαυτῷ ἄλλον ἔχοντα πῶς ἐγχωρεῖ ὑπονοεῖν μόνον ὄντα; ὁ τοίνυν υἱὸς οὐσιωδῶς περιεχόμενος ὑπὸ τοῦ πατρὸς οὐδὲν ἧττον καὶ αὐτὸς ἔχει ἐν ἑαυτῷ τὸν πατέρα. 256 Jo 14, 10 Οὐχ ὡς εἷς τῶν ἁγίων εἶχεν ἔνοικον τὸν πατέρα ὁ υἱός, ἀλλ' ὡς φύσει ζωὴ εἶχεν ἐν ἑαυτῷ τὴν φύσει ζωὴν καὶ ὅλην πάλιν εἶχε περὶ ἑαυτὸν αὐτόν. διὸ καὶ ἃ ἐλάλει καὶ ἐποίει, καθὸ ἦν ἅπας ἐν αὐτῷ ὁ πατήρ , αὐτὸς ἐλάλει καὶ εἰργάζετο, ἃ ὁ υἱὸς ἐποίει. 257 Jo 14, 11 Ὡς ὁμοούσιος τῷ πατρὶ ἔχει τὸν πατέρα ἐν ἑαυτῷ καὶ περιέχεται ὑπ' αὐτοῦ. οὐ κεῖται ὅλως τὰ ῥήματα ταῦτα ἐν τοῖς καθ' ἑξῆς. Θεόδωρος δὲ ὁ Θρᾴκης οὕτω ἑρμηνεύει αὐτὰ λέγων. οὐχ οὕτως ἐστὶν ὁ υἱὸς πρὸς τὸν πατέρα ὡς ἡμεῖς ἐν τῷ Χριστῷ· ἡμεῖς γὰρ ἐν τούτοις ἐσμὲν ἐν Χριστῷ οὐ καθὸ ποιοῦμεν οὐρανοὺς ἢ γὴν ἢ τὰ ἄλλα, ἃ αὐτὸς ποιεῖ καὶ ἐποίησεν ἐπὶ γῆς, ἀλλὰ καθὸ μιμούμεθα αὐτοῦ τὴν ἀνεξικακίαν, τὸ πρᾶον, τὸ ἀγαπητικὸν καὶ ὅσα ὅμοια οὐκ ὄντες αὐτῷ ὁμοούσιοι· πῶς γὰρ οἱ ἐξ αὐτοῦ γεγονότες; ὁ δὲ υἱὸς οὗτός ἐστιν ἐν πατρὶ ὡς πάντα ποιῶν, ὅσα ὁ πατήρ. ἐπείπερ μιᾶς ἐστιν αὐτῷ οὐσίας καὶ φύσεως καὶ ὅλος ἐστὶν ἐν τῷ πατρὶ φυσικῶς καὶ ὅλον αὐτὸν ἔχει ἐν ἑαυτῷ κατ' οὐδὲν ἐλαττοῦντα, εἰ μὴ μόνον, ὅτι ἰδιοσυστάτως ἐστίν· υἱὸς γάρ ἐστι καὶ οὐ πατήρ. 258 Jo 14, 12-14 Οἱ ἀπόστολοι καὶ μείζονα ἐποίησαν σημεῖα, ὧν ἐποίησεν Jo ὁ Ἰησοῦς ἐπὶ γῆς ὤν, ἐν οἷς ἡ σκιὰ αὐτῶν ἰάσεις ἐποίει καὶ ὅτι ὁ μὲν Χριστὸς ἐπὶ μόνῃ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἐθαυματούργει, οἱ δὲ καὶ ἐπὶ τιμωρίᾳ, ὡς ὅτε Ἀνα νίας ἀπώλετο καὶ ὅτι ὁ Παῦλος παρεδίδου εἰς τιμωρίαν τὸν Κορίνθιον. δι' ὧν ἐδείκνυτο τοῦ Χριστοῦ ἡ δύναμις, ὅτι οὐ μόνον τὴν εὐεργετικὴν εἶχεν, ἀλλὰ καὶ τὴν κολαστικήν, ἀλλὰ τὴν τιμωρητικὴν εἰς δέοντα καιρὸν ὑπερέθετο. ὅμως καὶ ἐξ ὧν ὁ μὲν ἸηJoῦς τὰ πολλὰ ἐν μόνῃ τῇ Ἰουδαίᾳ ἐθαυματούργησεν, οἱ δὲ ἐν ὅλῃ τῇ οἰκουμένῃ ἀοράτως αὐτοῖς συνόντος Χριστοῦ καὶ ἐνεργοῦντος, πάλιν ἔδοξαν μείζονα πεποιηκέναι. ἀπιέναι δὲ λέγει πρὸς τὸν πατέρα ὡς ἀναληφθησόμενος, ὅτε καὶ διδόναι αὐτοῖς εὐθὺς τὰ αἰτήματα ὑπισχνεῖται, ἵνα ὁ μὲν πατὴρ διὰ τοῦ υἱοῦ δοξασθῇ ὁ διδοὺς τοιαύτην ἐνέργειαν τοῖς μαθηταῖς. 259 Jo 14, 12-14 Πρὸς γὰρ ταῖς ἄλλαις δυνάμεσι, αἷς οἱ ἀπόστολοι ἐποίησαν, καὶ διὰ τῆς σκιᾶς αὐτὸν ἐθεράπευον. οὐ μόνον δὲ ἐν τούτῳ τὸ πλέον ἐδείκνυτο, ἀλλὰ μάλιστα ἐν ἐκείνῳ, ὅτι αὐτοῦ πρὸς εὐεργεσίαν μόνον χρησαμένου τῇ τῆς θεό τητος δυνάμει καὶ πρὸς ἑκάτερα οἱ μαθηταὶ ἐνήργησαν διὰ τῆς δοθείσης αὐτοῖς ἐξουσίας, πρός τε εὐεργεσίαν τῶν πιστευόντων καὶ πρὸς τιμωρίαν τῶν σφόδρα πονηρευομένων, καὶ πρὸς ἑκάτερα τὴν ὑπερβολὴν τῆς δυνάμεως τοῦ διδασκάλου παρέστησαν ἰσχύοντος μὲν μειζόνως τιμωρήσασθαι τοὺς ἀσεβεῖς, ἐπισχόντος δὲ καὶ ταμιευσαμένου τέως τὴν κολαστικὴν αὐτοῦ δύναμιν εἰς τὸν ἐπιτήδειον τῆς κρίσεως καιρόν. 260 Jo 14, 15-16 ∆ίκαιον οἶμαι πυθέσθαι καὶ τῶν ἀπὸ Φρυγίας, εἰ οἱ ἀπόστολοι ἠγάπησαν τὸν κύριον καὶ ἐτήρησαν αὐτοῦ τὰς ἐντολάς, ὥσπερ εἶπεν αὐτοῖς· ἐὰν ἀγα πᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε. κἂν μὲν ἀφρόνως εἰπεῖν τολμήσωσιν, ὅτι οὐκ ἠγάπησαν οὐδὲ ἐτήρησαν αὐτοῦ τὰς ἐντολάς, αὐτόθεν ἐλεγχθήσεται αὐτῶν ἡ ἀσέβεια πάντων ἀνθρώπων ἀκριβῶς εἰδότων, ὅτι οἱ μαθηταὶ τοῦ κυρίου οὐ μόνον διὰ τῶν ἔργων καὶ τῆς ἄλλης πολιτείας, ἀλλὰ γὰρ καὶ διὰ τοῦ ἰδίου αἵματος ἐν τῷ μαρτυρίῳ γνησίαν ἔδειξαν τὴν πρὸς τὸν διδάσκαλον ἀγάπην· τίς γὰρ ἂν γένοιτο μείζων ταύτης ἀγάπη, δι' ἥνπερ καὶ τὸν θάνατον παρ' οὐδὲν λογισάμενοι ἑτοίμως ὑπὲρ τοῦ δεσπότου τὰς ἑαυτῶν προσήκαντο ψυχάς. ἐὰν δὲ ἀναγκασθῶσιν διὰ τὴν ἐνέργειαν τοῦ πράγματος εἰπεῖν