1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

21

παρακλήτου ὑπομνησθεῖσιν, ἐκεῖνα δὲ ἐκ δευτέρου εἰπόντος ἁρμόζει ἡ τοιαύτη ἐπαγγελία· ὑπομιμνῄσκεται γὰρ οὐχ ὁ ἄρτι πρῶτον μανθάνων, ἀλλ' ὁ ἐκ δευτέρου ἐκεῖνα ἀκούων, ἅπερ πρότερον ἤδη ἔμαθεν. ἀδύνατον οὖν ἐστι περὶ Μοντανοῦ καὶ Πρισκίλλης καὶ Μαξιμίλλης ταῦτα εἰρῆσθαι μήτε τὸν κύριον ἑωρακότων μήτε ἀκουσάντων τι παρ' αὐτοῦ, <ἵνα> ἀκούσαντες ἀναμιμνῄσκεσθαι δόξωσιν. 272 Jo 14 , 26 Οὐδεὶς δύναται εἰς ὑπόμνησιν ἐλθεῖν, εἰ μὴ ὧν ἤδη ἤκουσεν, ὅπερ ἐπαγγέλ λεται ποιήσειν τὸ πνεῦμα. πῶς οὖν δυνατὸν εἰπεῖν, ὅτι Μοντανὸς καὶ Πρισκίλλα μήτε τὸν Χριστὸν ἑωρακότες μήτε ἀκούσαντές τι παρ' αὐτοῦ πρῶτοι ἔτυχον τοῦ πνεύματος; τί γὰρ εἶχεν αὐτοὺς ἀναμνῆσαι τὸ πνεῦμα, ὧν ὅλως οὐδὲν ἤκουσαν; 273 Jo 14, 27 Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. αὕτη συνάπτει μὲν τοὺς ἐν ἕξει αὐτῆς γινομένους τῷ πατρί, τῶν δὲ ἁγίων ἓν τὸ φρόνημα ἀπεργάζεται. οὐ μόνον δὲ πάντας κοινῇ πρὸς ἀλλήλους συνάπτει, ἀλλὰ καὶ ἰδίᾳ ἕκαστον ἑαυτῷ σύμφωνον ἀποτελεῖ· ἐπειδὴ γὰρ οἶμαι ἡ ἀνθρωπίνη φύσις ἐξ ἐπιβουλῆς τοῦ ἐναντίου πρὸς ἑαυτὴν διέστη τὸ πρὶν καὶ ὥσπερ ἐμφύλιον πόλεμον εἰς αὐτὴν ἐδέξατο τοῦ πονηροῦ ἐπαναστήσαντος τὸ χεῖρον τῷ κρείττονι καὶ ἐπιτειχίσαντος τὴν σάρκα τῷ πνεύματι, ἐδεῖτο τῆς παρὰ τοῦ κυρίου εἰρήνης, ὅπως ἡ ψυχὴ εὐήνιον πάλιν τὴν σάρκα καὶ πειθήνιον τὸ σῶμα ἀπολαβοῦσα τῆς ἐμφυλίου στάσεως ἀπαλ λαγῆναι δυνηθῇ. 274 Jo 14, 27 Εἰρηνοποιήσας αὐτοὺς τῷ πατρὶ βεβαίως παιδεύει τοῦτο φυλάξαι. δι' ὧν δὲ ἐπάγει, δείκνυσιν, ὅτι ἄλλη τίς ἐστιν ἐξαίρετος εἰρήνη ἡ παρ' αὐτοῦ παρὰ τὴν τοῦ κόσμου βεβαία οὖσα καὶ ἀληθὴς καὶ εἰς μίαν συμφωνίαν καὶ εἰς ἓν φρόνημα ἄγουσα τοὺς πιστούς. καὶ οὐ μόνον ἡ ἐκ θείας χάριτος εἰρήνη πείθει ἡμᾶς τοῖς ἔξωθεν εἰρηνεύειν, ἀλλὰ καὶ ἑαυτοῖς· ἡ γὰρ φύσις πρὸς ἑαυτὴν ὑπὸ τοῦ διαβόλου ἐκταραχθεῖσα τὴν ἀρχὴν ἐπολέμει, ἡ δὲ τοῦ κυρίου εἰρήνη ποιεῖ εὐπειθῆ τὴν σάρκα τῇ ψυχῇ, δι' οὗ οἱ ἐμφύλιοι πόλεμοι κατευνάζονται. 275 Jo 14, 28 Ἔδει μὲν οὖν, εἰ τελείαν εἶχον ἀγάπην, μὴ παρορᾶν τὰ σφόδρα λυσιτελῆ, ἀλλὰ χαίρειν, εἴγε ἐχωρίσθη αὐτῶν· ἀλλ' ἐπειδή, φησίν, τῆς σωματικῆς μου παρουσίας πάνυ διψᾶτε, ἀλλ' οὖν κἂν ὅτι ἠκούσατε, ὅτι πρὸς τὸν πατέρα ἄπειμι, χρὴ χαρῆναι. μείζονα δὲ λέγει οἰκονομικῶς τὸν πατέρα, ἐπείπερ οὔπω τὴν δέουσαν εἶχον περὶ αὐτοῦ δόξαν οὐδὲ οἱ μαθηταὶ ἕνα μόνον ἐκ τοῦ νόμου σέβειν θεὸν καὶ πατέρα προκατηχηθέντες. 276 Jo 14, 28 Ὀλίγον αὐτῶν χωρισθεὶς καιρὸν τὸν τοῦ πάθους καὶ μέλλων αὐτοῖς ἐμφανίζεσθαι μετὰ τὴν ἀνάστασιν ἐπλήρωσε τὴν περὶ τούτου ὑπόσχεσιν. 277 Jo 14, 29 Τῇ πείρᾳ ἐβεβαίωσεν ὁ κύριος τὴν ἑαυτοῦ ἀψευδίαν. 278 Jo 14, 30-31 Ἐγγὺς ὄντος τοῦ ἐπιβουλεύοντος οὐκέτι ὁ καιρὸς ἐπέτρεπε λαλεῖν πλείονα. ἄρχοντα δὲ τοῦ κόσμου τὸν διάβολον λέγει ὡς διὰ ἀπάτης ἄρξαντα πρὸς ὀλίγον τοῦ κόσμου κατὰ θεοῦ συγχώρησιν. οὐδὲν δὲ εὗρεν ἐν αὐτῷ, ἐπειδὴ οὔτε λόγῳ οὔτε ἔργῳ ἥμαρτέ τι ὁ Χριστός. ὅμως φησὶ διὰ τὴν πρὸς τὸν πατέρα ὑπακοὴν ὑπομένω ἐκεῖνα, ἅπερ οἱ ἁμαρτήσαντες, ἵνα γένωμαι λύτρον τοῦ κόσμου κατὰ τὰς ἐντολὰς τοῦ πατρός. 280 Jo 14, 31 Σπεύδων ἐπὶ τὸ πάθος ἐκεῖ αὐτοὺς κατέπειγεν ἀπελθεῖν, ὅπου ἐλθὼν ὁ Ἰούδας ἤμελλεν αὐτὸν παραδώσειν.

281 Jo 15, 1-2 Ἄμπελον ἑαυτὸν ὠνόμασεν ὡς ἔχων ἐν ἑαυτῷ καὶ ἐξ αὐτοῦ τὰ

κλήματα, ὅ ἐστιν οἱ πιστοί, οὓς κατὰ καιρὸν λέγει τοὺς καρποὺς ἀποδιδόναι ἐπιμελείᾳ τοῦ πνεύματος. 282 Jo 15, 2 Κάθαρσιν ὧδε λέγει τῶν λογικῶν κλημάτων τὴν συνεχῆ τῆς θείας προ νοίας ἐπιμέλειαν, δι' ἧς ἔν τε τοῖς ἀγῶσι καὶ ἐν τῇ ἄλλῃ κατ' εὐσέβειαν πολιτείᾳ καθαίρονται. 283 Jo 15, 3 Ἐπειδή, φησίν, βίος ὀρθὸς καὶ πίστις καθαίρει, ὑμεῖς δὲ ταῖς ἐμαῖς ἠκο λουθήσατε ἐντολαῖς, οὐκοῦν καθαροί ἐστε ἐν ταῖς θλίψεσι δοκιμασθέντες ὡς χρυσὸς ἐν καμίνῳ. 284 Jo 15, 4 ∆είκνυσιν ἐκ τῶν εἰρημένων ὡς ἕκαστος τῶν ἐπιεικῶς ζῆν βουλομένων προαιρέσει οἰκείᾳ μένει ἐν τῇ ἀμπέλῳ ἑνούμενός τε αὐτῇ διὰ τῆς ἀγάπης κολλώμενος ἢ τοὐναντίον ἀφίσταται