1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

6

σάββατον ἐβεβήλουν. διὸ καὶ ὡς βλασφημοῦντες κατ' αὐτοῦ ἔλεγον τὸ οὐκ ἔστιν οὗτος παρὰ θεοῦ. ἄλλοι δὲ κἂν ἐκ μέρους εἰς αἴσθησιν ἐλθόντες διεμάχοντο πρὸς ἐκείνους ὑπὸ θείας δυνάμεως λέγοντες γίνεσθαι ταῦτα οὐ μὴν διὰ ἐνεργείας ἁμαρτωλῶν καὶ διαμερισθεῖσαν εἶχον τὴν ἰδίαν γνώμην. 80Jo 9, 17 Σχιζόμενοι ἀπ' ἀλλήλων διαπυνθάνονται πάλιν τοῦ τυφλοῦ. ὁ δὲ οὐκέτι ἄνθρωπον ἁπλῶς, ἀλλὰ προφήτην ὀνομάζει παρρησιαζόμενος. 81Jo 9, 18-19 Εἰς τοσαύτην ἀναίδειαν ἦλθον οἱ Φαρισαῖοι ὡς μηδὲ αὐτῷ τῷ ἀναβλέ ψαντι πιστεύειν, ὅτι τυφλὸς ἦν πρότερον καίπερ τῶν γειτόνων καὶ τῶν ἐπι σταμένων αὐτὸν τοῦτο εἰπόντων. ἕως ὅπου τοὺς γονεῖς αὐτοῦ μεταπεμ ψάμενοι ἠρώτησαν αὐτούς, εἰ αὐτός ἐστιν ὁ υἱὸς αὐτῶν, ὃν λέγουσιν τυφλὸν γεγεννῆσθαι. 82Jo 9, 22 Οὕτω γὰρ ἦν ἡ κακία κατακρατήσασα τῶν ἀρχόντων ὡς μὴ μόνον ἑαυτοὺς βλάπτειν διὰ ἀπιστίαν, ἀλλ' ἤδη καὶ τοῖς λοιποῖς ἀποκλείειν τὴν ὁδὸν τῆς σωτηρίας διὰ ἀπειλῆς. 83Jo 9, 24-25 ∆ιὰ ὑπερβολὴν πονηρίας ἁμαρτωλὸν τὸν δίκαιον ἔλεγον οἱ Ἰουδαῖοι. ὁ δὲ ἀναβλέψας οὐ μόνον, ὅτι τῆς εὐεργεσίας τὴν χάριν σαφῶς ὁμολογεῖ τοῦ κυρίου, ἀλλὰ καὶ πρὸς ἔλεγχον τῆς ἐκείνων δυσσεβείας ἔλεγε τὸ ἓν οἶδα, ὅτι τυφλόν με ὄντα ἐποίησεν ἀναβλέψαι. 85Jo 9, 26 Ἠρώτων συνεχῶς οὐχ ἵνα θαυμάσαντες ἀποστῶσι τῆς ἀσεβείας, ἀλλ' ἵνα ἐπὶ πλεῖον μάχωνται πρὸς τὰ λεγόμενα. 86Jo 9, 27 Εἰδὼς ὅτι μάχεσθαι ἤθελον, οὕτως αὐτοῖς ἀπεκρίνατο. 87 Jo 9, 28 Ὡς λοιδοροῦντες αὐτὸν σφόδρα τοῦ κυρίου μαθητὴν ὠνόμαζον, ἑαυτοὺς δὲ Μωυσέως οὐχ ὡς ἐκεῖνον τιμῶντες, ἀλλ' ὡς ἐναντιούμενοι τῇ τοῦ κυρίου διδασκαλίᾳ. 88 Jo 9, 29 Ἀκρίτως φθεγγόμενοι καὶ οὐκ εἰδότες, ὅτι αὐτὸς ἦν ὁ Μωυσεῖ λαλήσας, ἐναντία ἑαυτοῖς φθέγγονται νῦν μὲν λέγοντες οὐκ οἴδαμεν πόθεν ἐστὶν οὗτος, ἄλλοτε δὲ εἰπόντες τοῦτον οἴδαμεν πόθεν ἐστίν. ὁ δὲ Χριστὸς ὅταν ἔλθῃ, φησίν, οὐδεὶς οἶδε πόθεν ἐστίν. 89 Jo 9, 30 Ὡς ἀγνώμονας αὐτοὺς διελέγχων φησίν, ὅτι οὐκ ὀφείλει τις διὰ τὴν ὑμε τέραν ἄγνοιαν ἀθετεῖν τὴν ἐκείνου δύναμιν, ἀλλὰ χρὴ τὴν ἐκείνου φιλίαν προ φέρειν εἰς ἔλεγχον τῆς ὑμῶν ἀπιστίας. 90Jo 9, 31 Ἵνα μὴ δόξῃ δι' ὧν σιωπᾷ τοῖς λέγουσιν αὐτὸν ἁμαρτωλὸν συντίθεσθαι ἐπιδείκνυσιν, ὅτι δι' ὧν αὐτὸν εὐηργέτησεν, θεοσεβής ἐστιν· ἡ γὰρ τοῦ θεοῦ εὐδοκία ἡ γενομένη περὶ τὴν ἐμὴν θεραπείαν γνώρισμά ἐστι τῆς τοῦ εἰσακουσ θέντος εὐσεβείας. 91Jo 9, 32 ΤοJoύτων γὰρ ἁγίων καὶ προφητῶν διαπρεψάντων καὶ αὐτοῦ Μωυσέως οὐδεὶς ἤνοιξεν ὀφθαλμοὺς τυφλοῦ. ἐκ γενετῆς δέ φησιν, ἵνα μή τις ἢ τὴν τέχνην ἢ τὴν φύσιν προφασίσηται, ὅπερ ἦν εἰκὸς λεχθῆναι ἐπί τινος τῶν ἀπὸ χρόνου βλεπόντων καὶ τυφλωθέντων ὕστερον καὶ πάλιν ἀναβλεψάντων. 92Jo 9, 33 ∆ιὰ τούτου τὴν τόλμαν ἐλέγχει τῶν εἰρηκότων ὁ ἄνθρωπος οὗτος οὐκ ἔστιν ἀπὸ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. 93Jo 9, 34 Οὐ δυνάμενοι ἀντιβλέψαι πρὸς τὰ λεγόμενα εἰς ὕβρεις ἐτράπησαν λέγοντες ἃ μὴ ἐγχωρεῖ, μηδὲ ὑπὸ τοῦ τυφλοῦ διδασκόμενοι, ὅτι τὸν μὴ ἐλθόντα εἰς ὕπαρξιν ἀδύνατον ἁμαρτῆσαι, ἀλλὰ μετὰ τὴν εἰς τὸν βίον πάροδον ἑκάστου τοῦ αὐτεξουσίᾳ τῆς ψυχῆς χρωμένου ὡς βούλεται, ἀλλ' οὐδὲ παῖς ὑπὲρ πατρὸς πάσχει. ἐκεῖνοι οὖν ἀκρίτως πάντα λαλοῦντες καὶ ποιοῦντες ἐξέβαλον αὐτὸν καὶ ἀφώρισαν τοῦ ἰδίου συνεδρίου. 94 Jo 9, 35-36 Πρὸς τῷ θεραπεῦσαι αὐτὸν καὶ τῆς ἀληθοῦς γνώσεως παρασχεῖν τὸν φωτισμὸν ἐβούλετο. διὸ αὐτὸν ἠρώτησεν, εἰ πιστεύει, ἵνα συνθεμένου αὐτοῦ καὶ τὴν τοῦ δόγματος ἀκρίβειαν παραδῷ· ἦν γὰρ εὐχάριστος περὶ τὸν εὐεργέτην. διὸ ἀκούσας πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ εὐθὺς συνθέμενος ἔσπευσεν ἀκριβῶς μαθεῖν τίς ἐστι πρὸ τοῦ εἰς αὐτὸν πιστεῦσαι λέγων καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν. 95Jo 9, 38 Οὐ ῥήμασι μόνον συνέθετο, ἀλλὰ καὶ διὰ τῆς προσκυνήσεως ἐδείκνυε τῆς ψυχῆς τὴν καθοσίωσιν οὐκέτι αὐτὸν ἄνθρωπον ἢ προφήτην ὀνομάζων, ἀλλὰ κύριον καὶ θεὸν διὰ τῆς προσκυνήσεως ὁμολογῶν. 96Jo 9, 39 Οὐ μόνον οἱ τοῖς ὄμμασιν τυφλοὶ ἐθεραπεύοντο, ἀλλὰ καὶ οἱ πρῴην τῇ ἀπιστίᾳ τυφλώττοντες ἐφωτίζοντο διὰ τῆς τοῦ κυρίου διδασκαλίας, οἱ δὲ