1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

23

ἀρετῆς ἔργα. τοὺς οὖν τοιούτους ἐμίJoυν οἱ φαῦλοι. 295 Jo 15, Ἵνα μὴ ἀφορήτως ἀκούσωσι τὸ ἐκ τῶν ἀνθρώπων ἐσόμενον εἰς αὐτοὺς μῖJoς, ἐκ τῶν καθ' ἑαυτὸν διατυποῖ αὐτοὺς ἐλαφρῶς ἐνέγκαι τοῦτο, ὅπου γε καὶ τῷ δεσπότῃ οὕτω προσηνέχθησαν. 296 Jo 15, Ἐὰν ἐνθυμηθῆτε, ὅτι ἐμὲ μάτην ἐμίσησαν καὶ ἐδίωξαν τὸν κύριον τὸν ὑπὲρ τῶν δούλων ὑπομείναντα ταῦτα, ὑμεῖς οἱ δοῦλοι, ὅταν ὑπὲρ τοῦ δεσπότου τὰ αὐτὰ πάθητε, οὐκ ἔχετε βαρέως ἐνέγκαι, εἰ τὰ ἴσα μοι πάσχετε. 297 Jo 15, 21 Οὐ γὰρ δι' ἄλλην αἰτίαν ἐδίωκον τοὺς μαθητάς, εἰ μὴ μόνον, ὅτι ἐκήρυσJoν τὸ τοῦ Χριστοῦ ὄνομα, ὡς μηδὲ τὸν πατέρα εἰδότες. 298 Jo 15, 22 Ἠπείθησαν δὲ αὐτῷ οὐ παρὰ τὴν τοῦ λέγοντος αἰτίαν, ἀλλὰ διὰ τὴν οἰκείαν προαίρεσιν. διὸ ἀναπολόγητοί εἰσιν. 299 Jo 15, 23 Ὁ γὰρ τὸν υἱὸν μισῶν οὐδὲν ἧττον καὶ τὸν πατέρα αὐτοῦ. 300 Jo 15, 23-25 Αἱ γὰρ θεοσημεῖαι αὐτοῦ ὑπερακοντίσασαι πάντα τὰ γεγονότα σημεῖα διὰ τῶν προφητῶν ἀναπολογήτους αὐτοὺς καθίστων ἐν ἡμέρᾳ κρίσεως μὴ πειθο μένους αὐτῷ, ἀλλὰ καὶ δι' ὧν αὐτὸν ἐμίJoυν καὶ τὸν πατέρα αὐτοῦ μιJoῦσιν. 301 Jo 15, 25 ∆ι' ὧν οὗτοι ἐπονηρεύοντο, τὸ προφητικὸν ἐτελεῖτο λόγιον. 302 Jo 15, 26-27 Ἵνα δυνηθῆτε, φησίν, ὑπενέγκαι τῆς ὑπομονῆς τὸν ἀγῶνα, ἔρχεται ὁ παράκλητος ἐπικουρήσων ὑμῖν καὶ ἵνα συνεργήσας ὑμῖν εἰς τὸν εὐαγγελικὸν λόγον μάρτυς γένηται τῆς ἐμῆς θεότητος, οὐ μόνον δὲ ἐκεῖνος, ἀλλὰ καὶ ὑμεῖς οἱ θεωροῦντές με ἀναστάντα ἐκ νεκρῶν κατὰ ἀλήθειαν ἐκεῖνα πιστού μενοι ὧν ἐν πείρᾳ γεγόνατε. δι' ὧν δὲ λέγει, διδάσκει, ὅτι τὸ πνεῦμα ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἐκπορεύεται διὰ τοῦ υἱοῦ εἰς ἀνθρώπους καταπεμπόμενον.

303 Jo 16, 1 Προδιδάσκει αὐτοὺς τὰ δυσχερῆ, ἵνα δι' εὐχῆς ἑαυτοῖς ὁπλίζωσι

τὸ ἐκφυ γεῖν τὰ δυσχερῆ καὶ ἵνα δείξῃ, ὅτι ἀψευδεῖς εἰσι πάντες οὓς προεῖπε λόγους. 305 Jo 16, 2 Προαναφωνεῖ τὸ σταθερὸν αὐτῶν τῆς πίστεως, ὅτι μέχρις αἵματος εἶχον ὑπὲρ τῆς εὐσεβείας ἀγωνίσασθαι ὡς καὶ τοὺς διώκοντας αὐτοὺς εἰς οὕτως ἄλογον ἐμπεσεῖν ζῆλον ὡς οἴεσθαι τὴν τῶν μαθητῶν ἀναίρεσιν εὐαρεστεῖν τῷ θεῷ ὡσανεὶ διὰ τοῦτο λατρευόντων τῷ θεῷ τῶν φονευτῶν. 307 Jo 16, 3 Ταῦτα δὲ γίνεται διὰ τὴν τῶν ἀπίστων ἄγνοιαν, ἣν ἑκοντὶ ἐσπεύσαντο τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐ δεξάμενοι. 308 Jo 16, 4 ∆ιὰ μὲν τῆς προρρήσεως εὐτολμοτέρους αὐτοὺς ποιεῖ, πλὴν ἐν αὐτῇ τῇ τῶν πραγμάτων ἀκμῇ παραγγέλλει τῶν αὐτοῦ λόγων εἰς μνήμην ἐλθεῖν, ἵνα λάβωσί τινα παραψυχὴν τῶν χρηστῶν ἐπαγγελιῶν εἰς μνήμην ἰόντες. 309 col1 Jo 16, 4-5 Πρὸς δ' ἂν τούτοις καὶ ἄκαιρον εἶναι ἐδόκει πρὸ πολλοῦ τῆς τοῦ πά θους οἰκονομίας συνὼν αὐτοῖς ἔτι καὶ διατρίβων προλέγειν ἐξ ἀρχῆς περὶ τῶν τοιούτων καὶ τὴν κατ' εὐσέβειαν διδασκαλίαν, δι' ἧσπερ βεβαιοῦσθαι ἔμελλον τὴν ψυχήν, ἀμαυροῦν τῇ τῶν προλεγομένων διδασκαλίᾳ. Οὐκ εὔκαιρον ἦν πρὸ πολλοῦ τὴν κατ' εὐσέβειαν ἀρετὴν ὑμῖν καταλλά ξαι, ἵνα μὴ ἀναιρεθῆτε τῷ χρόνῳ καὶ ὅτι συνὼν ὑμῖν ἔργοις αὐτὴν παρεδί δουν, νῦν δέ, ἐπειδὴ ἀπέρχομαι, ἀναγκαῖον εἰπεῖν. καὶ ὅτε μὲν ἔλεγον πρὸ τούτου, ὅτι ἀπέρχομαι, ἠρωτᾶτέ με ποῦ ὑπάγεις, νῦν δὲ ἀκούσαντες τὰ μέλλοντα ὑμᾶς καταλαβεῖν ὑπὸ τοῦ δέους καὶ τῆς λύπης οὐδέν με περὶ τούτου ἐρωτᾶτε. 310 Jo 16, 7 Ἐπειδὴ ἠγνόουν ἔτι τὴν τοῦ υἱοῦ οὐσίαν οἱ ἄνθρωποι, τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐλθὸν ἐδίδαξεν, ὅτι μία τῆς τριάδος οὐσία, συμφέρειν εἶπε τὴν τοῦ πνεύ ματος παρουσίαν· ὁ γὰρ υἱὸς ὡς ἔτι ἀτελῶν ὄντων τῶν μαθητῶν οὐ κατήγγειλεν αὐτοῖς πάντα, ὅσα ἔδει μαθεῖν. 311 col1 Jo 16, 8-11 Ἐλθόντος γὰρ αὐτοῦ ἐπ' ἀνα τροπῇ τῆς κατεχούσης τὸν κόσμον ἁμαρτίας καὶ τὸν ἱλασμὸν παρασχόν τος πᾶσι τοῖς ἀσμένως αὐτοῦ δεξα μένοις τὴν παρουσίαν οἱ ἐν ἀπιστίᾳ διαμείναντες ἀναφαίρετον καὶ ὥσπερ ἐσφραγισμένην ἔσχον τὴν ἁμαρτίαν. Ἐλθόντος γὰρ τοῦ ἁγίου πνεύ ματος εἰς τὸ ἐξαλεῖψαι τὰς ἁμαρτίας τῶν πιστῶν, ὅJoι αὐτὸ οὐκ ἐδέξαντο, ἔμειναν ἔχοντες ἀσυγχώρητον τὴν ἁμαρτίαν καὶ ὥσπερ ἐσφραγισμένην