1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

3

τῷ κυρίῳ εἰς μίαν αὐτῷ σύγκρασιν καὶ συνάφειαν διὰ τῆς ἀγάπης ἀποτελούμενοι. 39 Jo 6, 60 Σκληρὸς ἦν ἀληθῶς ὁ λόγος ὁ νομιζόμενος σαρκοφάγους τινὰς καὶ αἱμοβόρους τοὺς ἀκούοντας ἀποτελεῖν, τοῖς δὲ πνευματικῶς τὰ πνευματικὰ ἐκλαμβάνουσιν οὐδὲν ἐφαίνετο σκληρόν, ἀλλὰ ῥήματα εὐσεβείας ὑπάρχοντα τὴν αἰώνιον αὐτοῖς πρυτανεύει ζωήν. 40Jo 6, 62 Κἂν τὰ μάλιστα ἡ κάθοδός μου ἡ ἐξ οὐρανοῦ λανθάνειν δοκεῖ πάντας ἀνθρώ πους καὶ διὰ τοῦτο ἀμφίβολος ἢ καὶ ἄπιστος τοῖς ἀκούουσι νομίζεται, ἀλλ' οὖν γε ἡ μετὰ τὴν ἀνάστασίν μου εἰς οὐρανοὺς ἄνοδος ὑπ' ὄψιν τῶν μαθητῶν γινο μένη ἐναργῶς τὴν ἐπὶ τῆς καθόδου ἀμφιβολίαν λύσει· οὐ γὰρ ἂν δυνηθείην βλεπόντων αὐτῶν ἀναληφθῆναι εἰς τὸν οὐρανόν, εἰ μὴ πρῶτον ἐκεῖθεν τὴν πρὸς ὑμᾶς κάθοδον ἐποιησάμην. εἰς ἔλεγχον δὲ τῆς τῶν Μαρκελλιανῶν ἀσεβείας καὶ τοῦτο ἐφθέγξατο, ἵνα δείξῃ τὸν ἐν οὐρανῷ πρότερον ὄντα υἱὸν ἀνθρώπου ὀνομαζόμενον, ὅπως μὴ τὸ σῶμα, ἀλλ' ὁ ἀνειληφὼς τὸ σῶμα υἱὸς ἀνθρώπου γεγονὼς πιστεύηται. 41 Jo 6, 63 Καὶ τοῦτο τῆς αὐτοῦ θεότητος ὑπῆρχε τὸ τὰ ἀπόρρητα φέρειν εἰς μέJoν.

44Jo 7, 15 Εἰ ᾔδεισαν, ὅτι αὐτός ἐστιν ἡ Joφία, ὁ ἐν ἀρχῇ θεὸς λόγος, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς Joφίας καὶ τῆς γνώσεως ὑπάρχουσιν, οὐκ ἂν ἐθαύμα σαν πῶς γράμματα ᾔδει μεμαθηκὼς μηδαμῶς , ἀλλ' ἔγνωσαν σαφῶς, ὅτι καὶ τοῖς ἄλλοις αὐτὸς τὴν εὕρεσιν καὶ τὴν ἐπιστήμην τῶν πραγμάτων ἐχαρίσατο. 46Jo 7, 19 Ὁ Μωυσῆς μὲν γὰρ νομοθετῶν μιαιφονίας ἀπέχεσθαι κελεύει, ὑμεῖς δὲ ἤδη διὰ ἀκρότητα πονηρίας περὶ τῆς ἐμῆς ἀναιρέσεως βουλεύεσθε. 47Jo 7, 23 Περιτέμνειν μὲν ἐν σαββάτῳ ἐπέτρεπε Μωυσῆς, φονεύειν δὲ οὐδαμῶς συνεχώρει. πῶς οὖν ἐκείνου τὸ μεῖζον καὶ τὸ ἔλαττον δεικνύντος ὑμεῖς περὶ μὲν τὸ ἔλαττον ἀκριβολογεῖσθε, τὸ δὲ μεῖζον παραβλέποντες οὐκ αἰσθάνεσθε σαββά του ἕνεκεν φόνον ἐργαζόμενοι καίπερ οὐ φυλάττοντες αὐτὸ δι' ὅλου. 48Jo 7, 23 Τίς γὰρ οὐκ οἶδεν ὡς ἐκεῖνοι μὲν ἐν χειρὶ ἐνεργοῦντες καὶ σιδήρῳ περι τέμνοντες καὶ σάρκα ἀκρωτηριάζοντες τὸ σάββατον ἀληθῶς διὰ τῆς πράξεως ἐβεβήλουν, αὐτὸς δὲ ψιλῷ ῥήματι καὶ ἐξουσίᾳ θεραπεύσας ἔδειξε διὰ τῆς παρα δοξοποιΐας, ὅτι καὶ τοῦ σαββάτου κύριος ὑπῆρχε. 49Jo 7, 28-29 Τὸ μὲν εἰδέναι αὐτὸν καὶ πόθεν ἐλήλυθεν, ὡς ἀκρίτως λέγουσιν, συνεχώρει, ἀγνοοῦντας μέντοι τὸν ἀποστείλαντα διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν ἐλέγχει. οὐ μὴν δέ, ἀλλὰ καὶ ἑαυτὸν γινώσκειν τὸν πατέρα καὶ ὑπ' ἐκείνου ἀπεστάλθαι διὰ τῶν ἔργων ἐδείκνυεν. 52Jo 7, 33-34 Ἔμελλεν ὅJoν οὐδέπω μετὰ τὴν τοῦ πάθους οἰκονομίαν ἀπαίρειν ἐκ γῆς εἰς οὐρανὸν καὶ μηκέτι ἐνθάδε τοῖς ἀσεβέσιν ὁρᾶσθαι, καίπερ ζητοῦσιν αὐτόν. διόπερ ἔλεγεν· ζητήσετέ με καὶ οὐχ εὑρήσετε, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἀδύνατος γὰρ ἦν αὐτοῖς διὰ τὴν τῶν ἔργων δυσσέβειαν ἡ εἰς οὐρανὸν ἄνοδος καὶ ἡ πρὸς αὐτὸν ἄφιξις· μόνοις γὰρ τοῖς ἁγίοις τοῖς τὰ τοῦ κυρίου προστάγματα καὶ δικαιώματα πεποιηκόσιν ἐπήγγελται ἡ τῶν οὐρανῶν βασιλεία. 53 Jo 7, 38 Εἰς τὰς γραφὰς παραπέμπει, ἵνα ἐκ τῆς ἐκείνων περὶ αὐτοῦ προρρήσεως ἐναχθῶσιν εἰς πίστιν, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύJoυσιν ὕδατος ζῶντος. 54 Jo 7, 40 ∆ιάφορος ἦν ἡ γνώμη ἅτε ἐν πλήθει τεταραγμένῳ· οὐδὲ γὰρ ἀκριβῶς προσεῖχον τοῖς λεγομένοις οὐδὲ τοῦ μαθεῖν ἕνεκεν. διὰ δὴ τοῦτο οὐδὲν αὐτοῖς ἀποκρίνεται.

56Jo 8, 17-18 Ἐκ τῶν εἰρημένων οὐ μόνον τὴν Ἰουδαίων ἀγνωμοσύνην,

ἀλλὰ πολλῷ μᾶλλον καὶ τῶν Σαβελλιανῶν τὴν δυσσέβειαν διελέγχει φανερῶς δύο πρόσωπα ἑαυτοῦ τε καὶ τοῦ πατρὸς εἰσηγούμενος. 57Jo 8, 21-22 Τοῦ πατρὸς ἀποστείλαντος αὐτὸν ἱλασμὸν γενέσθαι τῶν ἁμαρτιῶν ἡμῶν οἱ μὲν πιστεύσαντες καὶ καταδεξάμενοι τὴν χάριν λύσιν τῶν προγεγονότων κακῶν ἐλάμβανον, οἱ δὲ