1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

24

καὶ ἀναφαίρετον. τὸ δὲ περὶ δικαι οσύνης τοῦτό φησιν, ὅτι δεῖ με ἀνελ θεῖν πρὸς τὸν πατέρα πάντα τὰ τῆς οἰκονομίας πληρώσαντα, ἵνα καὶ πᾶσι τοῖς δικαίοις τὴν εἰς ἀνθρώπους ὁδὸν ἀνοίξω ἀμοιβὴν ταύτην αὐτοῖς τῶν πόνων διδούς. ἢ τοῦτο λέγει, ὅτι ἐὰν μετὰ τὸ ἀπελθεῖν με καὶ μηκέτι ὑμῖν ὀφθῆναι ἐμμείνητε τῇ περὶ ἐμὲ πίστει, δικαιοῦσθε. τὸν δὲ ἄρχοντα τοῦ κόσ μου τὸν διάβολόν φησι τὸν κατακρι θέντα ὡς μάτην τοῖς ἀνθρώποις τὸν θάνατον ἐπαγαγόντα καὶ προφασιζό μενον, ὅτι ὁ Ἀδὰμ οὐ δι' αὐτὸν ἀπέ θανεν, ἀλλ' ὅτι ἥμαρτεν. ἰδοὺ γὰρ ὁ Χριστὸς μηδὲν ἁμαρτὼν ἀπεκτάνθη παρὰ Ἰουδαίων τοῦ διαβόλου παρ οτρύναντος αὐτοὺς εἰς τὸν κατὰ τοῦ Χριστοῦ θάνατον. 312 Jo 16, 10 Ἴσως περὶ τῆς τῶν ἀποστόλων δικαιοσύνης λέγει· ἕως μὲν γὰρ ὅτε εἶχον αὐτὸν συμπαρόντα ἐπὶ γῆς, ἐδόκουν αὐτῷ κεχαρισμένα εἰς πρόσωπον διαπράττεσθαι, ἀναληφθέντος δὲ αὐτοῦ πρὸς τὸν πατέρα καὶ μηκέτι θεωρου μένου τῇ αὐτῇ ἐπιμείναντες προθέσει λαμπροτέραν τὴν αὐτῶν δικαιοσύνην ἐπεδείξαντο. 313 Jo 16, 11 Ἄρχοντα τοῦ κόσμου τὸν ἐναντίον προσαγορεύει δι' ἀπάτης τὸν πρῶτον ἄνθρωπον θεοῦ ἀποστήσαντα καὶ ὑπὸ τὴν ἰδίαν ἐξουσίαν ποιήσαντα. ὅστις διὰ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως ἀφῃρέθη μὲν ἐκ τῆς ἐξουσίας, ἐκβέβληται δὲ ἔξω τῆς κατὰ τὴν ἀπάτην προῃρημένης ἀρχῆς. τοῦ οὖν δευτέρου ἀνθρώπου τὴν κατ' εὐσέβειαν πολιτείαν ἀκριβῶς διανύσαντος ὁ ἐναντίος τοῦτ' ἔστιν ὁ ἄρχων τοῦ κόσμου κατεκρίνετο δικαίως ἀδίκως αὐτῷ τὸν θάνατον διὰ τῶν ἀρχόντων ἐπάγων. διὰ τοῦτό φησιν· ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 314 Jo 16, 12-13 Ἐπειδὴ ἀτελεῖς ἦσαν καὶ οὐκ ἠδύναντο τῶν σαρκικῶν ἀποστῆναι τοῦ νόμου οἷον ἐδεσμάτων ἀδιαφόρων μετασχεῖν ἢ ἀπέχεσθαι περιτομῆς χειρο ποιήτου, οὐ παραδίδωσιν αὐτοῖς τὰ τελειότερα ἀναμένων τὴν ἐν πίστει προ κοπήν· εἰ γὰρ καὶ οἷός τε ἦν ὁ Χριστὸς τὰς ἐκείνων μετασκευάσαι ψυχὰς εἰς ὅπερ ἤθελεν, ἀλλ' οὐ ποιεῖ, ἐπείπερ τὸ ἐξ ἀνάγκης ἄμισθον. ὅτε οὖν προέκοψαν ἐν πίστει, τότε ἐπιφοιτῆσαν αὐτοῖς τὸ πνεῦμα πάντα αὐτοὺς ἐδίδαξε, τὰ τέλεια καὶ ἀπόρρητα, ὅσα ὁ υἱὸς διὰ οἰκονομίαν οὐκ ἐδίδαξε, καὶ ἀπέδειξε διὰ τῆς εὐαγγελικῆς παιδείας κρείττονα τοῦ Ἰουδαϊσμοῦ καὶ εἰς πᾶσαν ὡδήγησε δογματικὴν ἀλήθειαν καὶ τὰ τοῦ πατρὸς λαλοῦν λόγια τοῖς μαθηταῖς τὰ ἐσόμενα ἀπήγγειλεν. 315 Jo 16, 14 Τὸ γὰρ ἅγιον πνεῦμα μάρτυς γέγονε τῆς τοῦ μονογενοῦς θεότητος ἐκ τῆς οὐσίας αὐτοῦ ὂν καὶ τὴν οὐσίαν αὐτοῦ ἐξαγγέλλον. 316 Jo 16, 15 Ὥσπερ εἰσὶν ἐν τῷ πατρὶ οἱ θησαυροὶ τῆς Joφίας πάντες οἱ ἀπόκρυφοι, οὕτω καὶ ἐν ἐμοί. διὸ ὡς ἴδια ἔχων τὰ τοῦ πατρὸς ὅλα τὸ ἐκ τοῦ ἐμοῦ λαμβάνει εἶπον. 317 Jo 16, 16 Τὸν τοῦ πάθους τῆς τριημέρου καιρὸν ἀπολειφθεὶς καὶ πάλιν ὀφθεὶς αὐτοῖς ἀνελήμφθη εἰς οὐρανούς. 318 Jo 16, 17 Ὑπὸ γὰρ τῆς λύπης τὴν διάνοιαν σκοτούμενοι οὐκ ἐννόουν τὰ λαλούμενα αὐτοῖς ὡς ἐν αἰνίγμασιν. 319 Jo 16, 19- Ὡς θεὸς εἰδὼς τὰς ἐνθυμήσεις αὐτῶν καὶ τὴν ἀμφιβολίαν τῆς καρδίας προλαμβάνει αὐτῶν τὴν ἐρώτησιν καί φησιν, ὅτι τὸ εἰρημένον παρ' ἐμοῦ τοι οῦτόν ἐστιν, ὅτι ὑμεῖς μὲν ἔχετε κλαῦσαι παρὰ τὸν τοῦ πάθους καιρόν, οἱ δὲ ἀσεβεῖς ἐπεγγελάσαι μοι. ἀλλ' ὑμῶν μὲν ἡ λύπη εἰς χαρὰν μεταβληθήσεται μετ' οὐ πολὺ ὁρῶντές με ἐκ νεκρῶν ἀναστάντα. 321 Jo 16, 21-22 Ἤμελλον ὡς ἡ τίκτουσα γυνὴ οἱ μαθηταὶ παρὰ τὸν τοῦ πάθους καιρὸν δυσφορεῖν οὐ φέροντες ὁρᾶν τὰς τοῦ διδασκάλου ὕβρεις. εὐθὺς δὲ μετὰ τὴν ἀνάστασιν αὐτὸν ὁρῶντες οὐ μόνον, ὅτι ἀπεβάλλοντο τὴν φθάσασαν λύπην, ἀλλὰ γὰρ καὶ τοσαύτην ἔσχον χαρὰν ὡς ἀναφαίρετον αὐτὴν ἔχειν· οὐδὲ γὰρ σβέννυται ἡ τῆς ἀναστάσεως χαρὰ ἀεὶ μένουσα· ἐπείσθησαν γὰρ οἱ μαθηταί, ὅτι θεὸς ἦν ἀθάνατος καὶ διὸ εἰς οὐρανοὺς ἀνέδραμε καὶ μετὰ τῆς ἰδίας σαρκὸς αὐτὸν ὁρῶντες. 322 Jo 16, 23-24 Εἰς τοσαύτην, φησίν, μέλλετε ἀναβῆναι διὰ τῆς πίστεως θεοσέβειαν ὡς μετὰ παρρησίας αἰτεῖν ἐπὶ τῷ ὀνόματί μου τὸν πατέρα καὶ λαμβάνειν δι' αὐτοῦ, ὃ αἰτεῖτε· ἐγὼ γὰρ ἕως νῦν τοῦτο ἐποίουν, ἀλλ' ἐὰν αἰτήσαντες λάβητε, ἐπιβεβαιοῦται χαρὰ ὑμῖν διὰ