1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

4

ἀπιστοῦντες δι' ἀναισθησίαν ἀθετήσαντες τὴν χάριν ἔμενον ὁμοίως ὑποκείμενοι ταῖς αὐτῶν ἁμαρτίαις. τὸ οὖν μετὰ τὴν ἀνάληψιν αὐτοῦ γενησόμενον προέλεγεν ὅπερ μὴ νοήσαντες ἀφρόνως ἔλεγον· μήτι ἀπο κτενεῖ ἑαυτὸν καὶ τὰ ἑξῆς. 58Jo 8, 24 Κοσμικοὶ ὄντες καὶ ἀνάξιοι τῆς ἄνω βασιλείας διὰ τὴν προJoῦσαν παρα νομίαν οὐδαμῶς ἐδύναντο ὅπου αὐτὸς ὑπῆγεν ἐλθεῖν. τοῖς γοῦν ἐν ἁμαρτίαις ἀποθνῄσκουσι γέεννα καὶ πυρὸς κάμινος καὶ τὸ ἐξώτερον σκότος ἡτοίμασται. ὅθεν προδιαμαρτυρόμενος ἔλεγεν· εἶπον ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 59Jo 8, 26 Κἂν εἰς νοῦν μὴ λαμβάνητε τὸν τῆς κρίσεως καιρόν, ἀλλ' ὁ πέμψας με, φησίν, ἀληθής ἐστιν, ὃς ὥρισε τὸν τῆς ἀποδόσεως καιρόν, ὃς καὶ ἀπέστειλέν με κηρῦξαι τοῦτο καὶ φανερὸν τῷ κόσμῳ καταστῆσαι. 60 Jo 8, 28 Οἶδα, φησίν, ὅτι νῦν οὐ συνίετε τὰ λεγόμενα οὐδὲ τίνα λέγω πατέρα· ὑπερ βαίνει γὰρ ὑμᾶς ἐκεῖνα συνιέναι. ἀλλ' ἐπὶ σταυροῦ γνώσεσθε τὴν δύναμιν τὴν ἐμὴν καὶ ὅτι οὐδὲν ὑπεναντίον τῷ πατρὶ διαπράττομαι, ὅταν ἴδητε τὴν ἐμὴν κτίσιν κινουμένην ἅπασαν , τὸν δὲ πατέρα ἐντεῦθεν τὴν ἐπὶ τῷ γινομένῳ δει κνύντα σαφῶς ἀγανάκτησιν, ὃς σύνεστί μοι, καὶ νῦν συνηδόμενον τοῖς ὑπ' ἐμοῦ λεγομένοις καὶ πραττομένοις. 61Jo 8, 37 ὥσπερ καὶ διὰ τοῦ Ἰεζεκιὴλ ὠνειδίζοντο λέγοντος· ἡ μήτηρ Joυ Χετταία καὶ ὁ πατήρ Joυ Ἀμορραῖος καὶ διὰ Ἠσαίου· ἀκούσατε λόγον κυρίου, ἄρχοντες Joδόμων , προσέχετε νόμῳ θεοῦ ἡμῶν, ἄρχοντες Γομόρρας. ὧν γὰρ τὰ ἔργα ἐμιμοῦντο , τούτων καὶ υἱοὶ εἶναι ἐλέγοντο. 63Jo 8, 44 Ἐκεῖνος τὸν πρῶτον ἀπατήσας ἄνθρωπον θνητὸν τὸ γένος διὰ τῆς ἐκείνου παραβάσεως ἀπειργάσατο, ἐκεῖνος τὸν Κάϊν πρὸς ἀδελφοκτονίαν καθώπλισεν, ἐκεῖνος κατὰ γενεὰν τὸ αἷμα τῶν δικαίων διὰ τῶν ἀδίκων ἐκχυθῆναι παρ εσκεύασεν, οὗπερ καὶ αὐτοὶ τὴν κακίαν μιμούμενοι ἐπεβούλευον τῷ Χριστῷ. 64 Jo 8, 44 Ἀποστάτης γὰρ τῆς ἀληθείας ἐξ ἀρχῆς γενόμενος διὰ ψεύδους τὰ πάντα συνέχεεν, τοῦτο μὲν θεὸν πρὸς ἀνθρώπους διαβαλών, τοῦτο δὲ ἀνθρώπους θεῷ, οἷον θεὸν μὲν πρὸς τὴν Εὔαν, ἀνθρώπους δὲ θεῷ, τὸν Ἰὼβ λέγων μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν θεόν; καὶ πάλιν· ἐπειδὴ γὰρ ἐχθροί ἐστε τῆς ἀληθείας , διὰ τοῦτό με διώκετε, ἐπεὶ εἰ μὴ διὰ τοῦτο εἴπατε τὸ ἔγκλημα. 65Jo 8, 45 Ὅτι οἰκείως ἔχοντες πρὸς τὸ ψεῦδος τὴν παρ' ἐμοῦ λεγομένην ἀλήθειαν οὐ προσίεσθε· οὐ γὰρ ἐν τῇ φύσει τοῦ πράγματος κεῖται ἡ ἀδυναμία τῆς πίστεως, ἀλλ' ἐν τῇ οἰκείᾳ προαιρέσει. 66 Jo 8, 47 Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει. ἐκ τοῦ θεοῦ τοὺς πιστεύοντας δηλονότι καὶ πειθομένους τοῖς προστάγμασιν αὐτοῦ λέγει, ὅτι ἐξ αὐτοῦ τὸν τύπον τῆς εὐσεβείας λαβόντες καὶ ἐν ἕξει ἀρετῆς γενόμενοι υἱοὶ θεοῦ πρὸς τὸ ἑξῆς ὠνομάσθησαν· οὐ γὰρ ὡς κατ' οὐσίαν ἐκ θεοῦ γεγο νότας λέγει· οὐδὲν γὰρ τῶν πάντων ἐκ τῆς ἀμερίστου καὶ ἀδιαιρέτου οὐσίας ὡς μέρος ὑπέστη, εὐδοκίᾳ δὲ μόνον καὶ θελήματι ἰδίῳ εἰς τὸ εἶναι παραγαγών. ἐκ δὲ τοῦ ἐπαγομένου τὸ προκείμενον ἑρμηνεύει· τί γάρ φησιν πρὸς τοὺς ἀπειθεῖς; διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ θεοῦ οὐκ ἐστέ. ὥσπερ τούτους ἀλλοτρίους θεοῦ οὐ διὰ τὴν οὐσίαν παρ' αὐτοῦ γὰρ ἦσαν, ἀλλὰ διὰ τὴν προαίρεσιν εἶπεν, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπακούοντας διὰ τὸ ἑκούσιον τῆς πίστεως καὶ τῆς προαιρέσεως τὴν ἀρετὴν ἐκ θεοῦ εἶναι λέγει. ἀκούοντας δέ φησιν ἀντὶ τοῦ οὐ τοῖς αἰσθητοῖς ὠσίν, ἀλλὰ τοὺς πειθομένους τοῖς λεγομένοις. 67Jo 8, 55-56 Ὁ ἐν ἀρχῇ προσαγορευόμενος λόγος ἐνθάδε λόγον τηρεῖ, τοῦτ' ἔστι τὸ πρόσταγμα τοῦ πατρός, ἵνα ὁ τηρῶν λόγος υἱὸς νοεῖται καὶ οὐχ ὁ τηρούμενος. θελήσας τοίνυν ἠρέμα αὐτοὺς ἐπιστῆσαι καὶ ἀγνοοῦντας διδάξαι περί τε τῆς ἀξίας καὶ ἀρχαιότητος αὐτοῦ φησιν· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. ἠγαλλιάσατο μὲν ἀξιούμενος τῶν θείων αὐτοῦ ὀπτασιῶν δι' ὧν αὐτῷ ἐχρημάτιζεν· ηὔχετο γὰρ ἰδεῖν ἐναργῶς τὴν ἡμέραν κυρίου ἥνπερ εἶδεν καὶ ἐχάρη· ὀφθαλμοῖς γὰρ πρὸς τῇ δρυὶ τῇ Μαμβρῆ εἶδεν αὐτὸν ὀφθέντα αὐτῷ ὁπηνίκα καὶ τὴν τοῦ Ἰσαὰκ ἔλαβεν