1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

16

συγκαταθέσεως προσφέρεσθαι. Καὶ ὁ Νικόδημος, ἐξ ὧν νυκτὸς ἦλθεν πρὸς αὐτόν, ἐσήμαινεν, ὅτι διὰ φόβον τοῦτο ἐποίησε, πιστεύων μέν, οὐ μὴν παρρησίᾳ πρὸς αὐτὸν ἐλθεῖν τολμῶν, ἵνα μὴ ἀποσυνάγωγος γένηται καὶ τὴν τῶν ἀνθρώπων ἀπολέσῃ δόξαν, δι' ἣν καὶ τῆς ἀποκειμένης παρὰ θεῷ ἐλπίδος ἐξέπεσαν· οὐ γὰρ μόνον δεῖ κατὰ διάνοιαν πιστεύειν, ἀλλὰ καὶ παρρησίᾳ τοῦτο ὁμολογεῖν. 211 Jo 12, 44-45 Τῶν πιστευόντων τὴν διάθεσιν διὰ τῆς εἰς αὐτὸν πίστεως παραπέμπει πρὸς τὸν πατέρα· δι' ὧν γάρ τις ἐμὲ τιμᾷ, φησίν, τὸν ἀποστείλαντά με τιμᾷ. εἰκὼν δὲ ὢν τοῦ θεοῦ ἀληθεύων ἔλεγε ὁ ἐμὲ θεωρῶν θεωρεῖ τὸν πατέρα. 213 Jo 12, 46 Φῶς γὰρ εἰς τὸν κόσμον ἐλθὼν ἐχαρίσατο ἡμῖν τὸν φωτισμὸν τῆς γνώσεως καὶ οὐκ εἴασεν ἐν σκότει τῆς ἀπιστίας εἶναι. 214 Jo 12, 47-48 Ὁ σκοπὸς γὰρ τῆς νῦν παρουσίας οὐ διὰ τὸ κρῖναι γέγονεν, ἀλλὰ διὰ τὸ σῶσαι τοὺς πιστούς. εἰ δέ τινες οὐκ ἐπίστευσαν οὐδὲ ἐσώθησαν, ἑαυτοῖς ἐπι γραφέσθωσαν ὡς μὴ θελήσασι σωθῆναι τῷ ἐλθόντι σῶσαι μὴ πεισθέντες. ἵνα δὲ μὴ δῷ αὐτοῖς ἀφορμὴν ἀπιστίας, ἐπὶ τὸν πατέρα ἀνάγει τῆς εἰς αὐτὸν ἀπιστίας τὴν αἰτίαν δίχα ἀπολογίας πάσης ἐν τῷ καιρῷ τῆς δευτέρας αὐτοῦ παρουσίας κατακριθηJoμένους· ὁ γὰρ λόγος τῆς ταπεινοφροσύνης αὐτοῦ κρι νεῖ αὐτούς. 215 Jo 12, 49-50 Τὸν πατέρα ὀνομάζει καὶ ἐξ αὐτοῦ λέγει πεπέμφθαι καὶ τὰ αὐτοῦ λαλεῖν, ἵνα δυσωπήσῃ αὐτοὺς κἂν οὕτω πεισθῆναι τοῖς αὐτοῦ λόγοις. ἐπειδὴ δὲ ἡ παρὰ τοῦ πατρὸς ἐντολὴ ποιεῖ ζωῆς αἰωνίου ἀπολαύειν τοὺς φυλάσJoντας αὐτήν, ζωὴν αὐτὴν ἐκάλεσεν. εἰπὼν δέ, ὅτι ἃ εἶπεν καὶ ὁ πατὴρ λαλῶ οὐ μόνον Ἰουδαίους ἐντρέπει, ἀλλὰ καὶ τοὺς Σαβελλιανούς· δύο γὰρ ἡμῖν πρόσωπα ὑποσημαίνει τὸ τοῦ ἐντελλομένου καὶ τοῦ λαβόντος τὴν ἐντολήν.

216 Jo 13, 1 Ὥραν δὲ πολλαχοῦ ὀνομάζει τὴν τοῦ πάσχα ἑορτήν, ἐν ᾗ ἔδει αὐτὸν τὴν τοῦ πάθους οἰκονομίαν πληρώσαντα καὶ ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν προσ ενεγκόντα μεταβῆναι ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, οὐ το πικῶς ὡς θεὸν ποιούμενον τὴν μετάβασιν· οὔτε γὰρ ὁ πατὴρ οὔτε ὁ υἱὸς ἐν τόπῳ, σωμάτων γὰρ ἴδια ταῦτα, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ἣν δι' ἡμᾶς ἐποίησεν. 217 Jo 13, 1 Ὥραν πολλαχοῦ λέγει τὴν τοῦ πάσχα ἑορτήν, ἐν ᾗ παθὼν ἀνέβη πρὸς τὸν πατέρα ἀναστάς. τοJoῦτον ἀγαπήσας τοὺς ἰδίους ὡς πᾶν εἶδος ἀγάπης εἰς αὐτοὺς ἐνδείξασθαι, δι' ὧν γέγονεν ἄνθρωπος, δι' ὧν δέδωκεν αὐτοῖς τὸ τῆς υἱοθεσίας ἀξίωμα, δι' ὧν πάντα ἐποίησε καὶ εἶπεν, ὅσα συνέφερε, δι' ὧν ὑπὲρ αὐτῶν ἐσφάγη, ἔπειτα δι' ὧν τοῖς μαθηταῖς διακονῆσαι οὐκ ἀπηξίωσεν. 218 Jo 13, 2-5 Ὥστε παραφυλακτέον ἑκάστῳ· ἰδοὺ γὰρ εἰς ποῖον κακὸν ἐποίησεν ὁ διά βολος ἐλθεῖν τὸν Ἰούδαν, ὅτι τὸν διδάσκαλον ἑαυτοῦ καὶ θεὸν παρέδωκεν εἰς θάνατον. εἰπὼν δὲ ὁ εὐαγγελιστής, ὅτι πάντα εἶχεν ὑπὸ χεῖρα ὁ υἱὸς καὶ ταῖς ἰδίαις χερσὶν ἔνιπτε τοὺς πόδας τῶν μαθητῶν, δείκνυσι <ὅτι> τοὺς πόδας νίψας τῶν μαθητῶν τῆς ταπεινοφροσύνης τὴν ὑπερβολὴν <ἀνέλαβεν>. εἰδὼς δέ, ὅτι καὶ μετ' οὐ πολὺ ἤμελλε πρὸς τὸν πατέρα ἀνελθεῖν εἰς τοὺς οὐρανούς, οὐκ ᾐσχύνθη ἐν τάξει ὑπηρέτου τοῦτο ποιῆσαι. 219 Jo 13, 6 Ὡς δι' εὐλάβειαν ἐκώλυεν αὐτὸν ὁ Πέτρος. εἰκὸς δέ, ὅτι διὰ τοῦτο ἔνιπτεν αὐτῶν ὁ ἸηJoῦς τοὺς πόδας διὰ τῆς ἐπαφῆς καταρτίζων αὐτῶν τοὺς πόδας εἰς ἑτοιμασίαν τοῦ εὐαγγελίου δυνάμεως αὐτοῖς ἀρρήτου μεταδιδούς. ἀλλ' ἀγνοῶν τοῦτο ὁ Πέτρος ἐκώλυεν ὁρῶν τὸν ἑαυτοῦ δεσπότην οὕτω δουλικὸν καὶ ταπεινὸν σχῆμα ἑαυτῷ περιθέντα. 221 Jo 13, 8 ∆ι' ἀπειλῆς ἐπιστομίζει αὐτὸν ὁ ἸηJoῦς. 222 Jo 13, 9 Ὥσπερ τὴν ἀρχὴν διὰ ταπεινοφροσύνην ἀντιλέγειν ἐδόκει, οὕτω νῦν ἀκού σας τοῦτο παρακαλεῖ δι' ὑπερβολὴν εὐλαβείας καὶ τὰς χεῖρας καὶ τὴν κε φαλὴν νιφθῆναι. 223 Jo 13, 10-11 Πέτρῳ καὶ τοῖς ἄλλοις ἐμαρτύρει καθαρότητα διὰ τῆς τοῦ λόγου ἀναγεν νήσεως ἁγιασθεῖσιν. προσέθηκε δὲ ἀναγκαίως τὸ οὐχὶ πάντες διὰ τὴν τοῦ προδότου κακίαν