1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

28

ἀρνησάμενος ἐνταῦθα δεύτερον ὁ Πέτρος ἡττήθη τῆς ὑποσχέσεως τῆς ἀσθενοῦς σαρκὸς οὐκ ἀρκεσάσης πρὸς τὴν τῆς ψυχῆς προθυμίαν τοῦ πονηροῦ ἐπιθεμένου αὐτῷ καὶ δονήσαντος αὐτόν. 363 Jo 18, 28 Ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἐν ᾗ τὸ τυπικὸν ἤσθιον πρόβατον, ἐχρῆν σφαγῆναι καὶ τὸν ἀμνὸν τοῦ θεοῦ. οἵτινες τῇ προαιρέσει μεμιασμένας ἔχοντες τὰς χεῖρας ἐπὶ τῷ ἀδικωτάτῳ φόνῳ μολυσμὸν ἡγοῦντο τὸ πλησιάσαι ἀψύχῳ τόπῳ, οὐδὲν λυμήνασθαι συνήμυναν τὸν τῆς καρδίας καθαρόν. 364 Jo 18, 29 Εἰ καὶ ἐθνικὸς ἦν, ἀλλὰ φυσικῷ λογισμῷ κινούμενος τὴν αἰτίαν ἐπεζήτει, δι' ἣν αὐτὸν εἰς θάνατον παρέδωκαν. 365 Jo 18, 30 Οὐκ ἔχοντες εἰπεῖν τι ἁμάρτημα κατ' αὐτοῦ ἀορίστως κατ' αὐτοῦ ἔλεγον κακοποιὸν ὀνομάζοντες. 366 Jo 18, 31 Ἐλέγχει αὐτῶν τὴν παρανομίαν δι' ὧν παραιτεῖται. 367 Jo 18, 31 Ἔργῳ αὐτοὶ τὸν φόνον ἐργαζόμενοι ἔλεγον, ὅτι οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι. τοῦτο δὲ ἔλεγον ὡς καὶ ἐκπεσόντες τῆς ἀρχαίας ἐξουσίας καὶ τῆς ἀρχῆς ἤτοι διὰ τοῦτο εἶπον τοῦτο, ἐπειδὴ οὐκ εἶχον ἔθος σταυροῦν τοὺς φονευομένους. διὸ καὶ Ῥωμαίοις παρέδωκαν, παρ' οἷς ὁ τρόπος τῆς διὰ σταυροῦ ἀναιρέσεως ἐπράττετο. 368 Jo 18, 33 Παρὰ γὰρ τοῖς πιστοῖς ἡ τοιαύτη διεφέρετο φήμη. καὶ οὐδεμίαν οἱ ἀρχιερεῖς εὑρίσκοντες ἀφορμὴν ὡς ἀντιλέγοντα Καίσαρι διέβαλλον. 369 Jo 18, 35 Οὐδεμίαν γὰρ οἱ ἀρχιερεῖς εὑρίσκοντες ἀφορμὴν ὡς βασιλέα καὶ ἀνταίροντα Καίσαρι διέβαλλον. 370 Jo 18, 36 Ὁ Χριστὸς βουλόμενος πεῖσαι τὸν Πιλᾶτον ἐδείκνυεν, ὅτι βασιλεὺς μέν ἐστι, ἀλλ' οὐκ ἀνθρωπίνην ἀρχὴν μετεχειρίζετο καὶ λοιπὸν ἐκ τῶν εἰκότων πείθει αὐτόν, ὅτι οὐκ ἐπίκτητον ἔχει ἰσχὺν ἢ δόξαν ὡς οἱ ἐπὶ γῆς βασιλεῖς , ἀλλὰ φυσικῶς ἔχει τὰ τῆς δυνάμεως. εἰ δὲ ἤμην, φησίν, βασιλεὺς ἐπίγειος, ἀνάγκην εἶχον οἱ ὑπασπισταί μου ἐπαμύνειν μοι ὡς ἀδικουμένῳ καὶ ὡς παρὰ προαίρεσιν δῆθεν ἀγομένῳ εἰς θάνατον· οἱ γὰρ ἄγγελοι οὐκ ἐποίησαν τοῦτο, ἀλλ' ἡσύχαζον ἐκπληττόμενοι ὡς νοοῦντες τὴν οἰκονομίαν τῆς τοῦ Χριστοῦ παρουσίας. 371 Jo 18, 37 ΜέJoς ἀποκριθεὶς οὔτε τὴν ἰδίαν ἠρνεῖτο βασιλείαν οὔτε ὡς ὁ Πιλᾶτος ἐνενόει, συνῄνει· εἰς γὰρ τὸ βασιλεύειν γεννηθεὶς οὐκ ἐπίκτητον, ἀλλὰ φυσικὴν εἶχε τὴν βασιλείαν. μάρτυς δὲ ἡμῖν γέγονε καὶ διδάσκαλος τῆς ἀληθοῦς πίστεως. 372 Jo 18, 37-38 Ὁ θεῷ ἀνακείμενος καὶ περὶ πολλοῦ ποιούμενος τὴν ἀλήθειαν ἐπε γίγνωσκεν, ὅτι πάντα, ὅσα ἐλάλει, ἀληθῆ ἦν. ὁ δὲ Πιλᾶτος ξένος ὢν τούτου-σχεδὸν γὰρ ἐξ ἀνθρώπων ἠφάνιστο ἡ θεογνωσία-εἶπεν· τί ἐστιν ἀλήθεια; Οὕτως αὐτὸν ἀνεῖλε τοῖς βραχέσι ῥήμασιν ὡς εἰπεῖν τί ἐστιν ἀλήθεια· σχεδὸν γὰρ ἐξ ἀνθρώπων ἠφάνιστο τὸ πρὶν καὶ ἠγνοεῖτο ὑπὸ πάντων ἔτι ἐν ἀπιστίᾳ ἐξεταζομένων. 373 Jo 18, 38-40 Τέως αἰδοῖον ἑαυτὸν ἐξ ὧν λέγει ἀποφαίνει καὶ φυσικῷ νόμῳ κινούμενος δίκαιον εἶναι ᾤετο ἀπολυθῆναι αὐτόν. ἐξ ὧν καὶ ὑπεμίμνῃσκεν αὐτούς, ὅτι καὶ σύνηθες ἦν αὐτοῖς κατὰ τὰς ἡμέρας ἐκείνας ἐπιτηδεύειν μὴ εἶναι ἀπηνεῖς. οἱ δὲ λῃστρικοῦ ὄντες φρονήματος τὸν ὁμοιότροπον ἑαυτοῖς ἐζήτουν ἀπολυθῆναι, τὸν δὲ δίκαιον ἀποκτανθῆναι ὡς ἐναντία αὐτοῖς φρονοῦντα.

374 Jo 19, 1-3 Ὁ μὲν Πιλᾶτος βουλόμενος αὐτῶν τὸν θυμὸν μαλάξαι ἐμάστιξεν αὐτόν, οἱ δὲ στρατιῶται διασύροντες αὐτὸν ἐπετίθεσαν αὐτῷ δῆθεν βασιλικὸν σχῆμα, ὁ δὲ ἠνείχετο. 375 Jo 19, 4-6 ∆ιὰ τῆς τῶν πραγμάτων ἐξετάσεως ὁ Πιλᾶτος δημοσίᾳ ἠβούλετο αὐτὸν ἀναίτιον ἀποφήνασθαι, οἱ δὲ ἀγρίως ἐπεφώνησαν τὸ σταύρωJoν. 376 Jo 19, 6 Ὁ Πιλᾶτος ἀλόγως αὐτῶν ἐπιβοώντων πολλάκις τε αὐτὸν ἀναίτιον εἰπὼν καὶ μὴ πείσας ἀφοσιούμενος τὸ πρᾶγμά φησι ταῦτα. 377 Jo 19, 7 Ἐναντία τοῦ νόμου φθεγγόμενοί φασι ταῦτα· εἰ γὰρ οἱ τυχόντες Ἰσραηλῖται υἱοὶ θεοῦ ἐκαλοῦντο, οὐδέποτε νόμον εἶχον ἐγκαλέσαι τῷ ὄντι θεοῦ υἱῷ κατ' ἀλήθειαν, ὅτι τὸ ὂν ἔλεγεν υἱὸν ἑαυτὸν ὀνομάζων θεοῦ. 378 Jo 19, 8-9 Ἀκούσας αὐτὸν υἱὸν θεοῦ εὐλαβέστερον διετέθη. ὁ δὲ ἸηJoῦς εἰδώς, ὅτι εἰς μάτην ἀπελογεῖτο ἀνθρώποις