1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

7

δο κοῦντες βλέπειν τυφλοὶ διὰ τὴν ἀπιστίαν γεγόνασιν. τοῦτο εἶπε πρὸς τὴν ἔκβασιν ἀφορῶν τῆς ἑκάστου πολιτείας τῶν τε ἀπιστησάντων Ἰουδαίων καὶ τῶν πιστευσάντων ἐθνῶν· ὁ μὲν γὰρ σκοπὸς τῆς αὐτοῦ παρουσίας ὑπὲρ τῆς ἁπάντων ἐγίνετο σωτηρίας, ἡ δὲ τῶν ἀνθρώπων προαίρεσις τοὺς μὲν βλέποντας, τοὺς δὲ τυφλοὺς ἀπειργάσατο. 97Jo 9, 40-41 ∆ιαφόρου οὔσης τῆς τυφλώσεως τῆς μὲν κατὰ σῶμα, τῆς δὲ κατὰ προ αίρεσιν οὐδεμίαν μέμψιν ἐπάγει ὁ κύριος τῷ ἄκοντι τὴν τύφλωσιν ὑπομείναντι, τὸν δὲ ἐκ προαιρέσεως ψυχικῆς κατὰ πονηρίαν τοῦτο ὑποστάντα ἐναγῆ καὶ παράνομόν φησιν ὡς ἑκόντα σκοτισθέντα. διὸ ὡς τοιούτοις οὖσι τοῖς Φαρισαίοις ἀνεξάλειπτον λέγει ἔσεσθαι τὴν ἁμαρτίαν. 98Jo 9, 41 Εἰ τυφλοὶ ἦ τε ἀνάγκῃ ἀποβαλόντες τὰς ὄψεις, οὐκ ἂν εἴχετε ἁμαρ τίαν· οὐδεὶς γὰρ ἑκὼν ὑπομένει πάθος. ἐπειδὴ δὲ νομίζοντες σωματικῶς ὁρᾶν τυφλοὺς διὰ τῆς ἀπιστίας ἑαυτοὺς ἀπειργάσασθε, διὰ τοῦτο ἡ ἁμαρτία ὑμῶν ἀνεξάλειπτος μένει.

99 col1Jo 10, 1-5 Τῶν προφητῶν ἁπάντων καταγ γειλάντων αὐτοῦ τὴν εἰς

ἀνθρώπους παρουσίαν ὡς διὰ θύρας εἰσῆλθε διὰ αὐτῶν πρὸς τὰ ἀπολωλότα πρόβατα, μόνος αὐτὸς πάντα ποιήσας τὰ προ αγγελθέντα μηδενὸς ἄλλου δυνηθέντος εἰσελθεῖν διὰ τῆς θύρας μηδὲ ἐκ παρθένου τεχθῆναι ἢ ἀνοῖξαι ὀφθαλ μοὺς τυφλῶν καὶ ὅσα ἄλλα εἴρηται περὶ αὐτοῦ. διελέγχων δὲ ὥσπερ τῶν ἀπατεώνων τὴν πλάνην κλέπτας αὐ τοὺς καλεῖ ὡς διὰ ψεύδους ὑφαρπάζειν θελόντων τοῦ Χριστοῦ τὴν προσηγο ρίαν. οὐκοῦν ὁ μόνος διὰ τῆς προ ειρημένης εἰσελθὼν θύρας ποιμὴν ὀνομάζεται ὑπὸ πάντων τῶν ἁγίων. θυρωρὸν δὲ λέγει τούτῳ ἀνοίγοντα τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προ φητῶν τὴν εἴJoδον αὐτοῦ κηρύξαν, τοῖς ἄλλοις πᾶσι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλεῖσαν τὴν θύραν, <ἣν> μόνῳ τῷ κυρίῳ ἀνοίγει τῷ διὰ τῶν θαυματουργιῶν τὰ καθ' ἑαυτὸν πιστω σαμένῳ. οὗ ἀκούει τὰ λογικὰ πρό βατα τῆς φωνῆς, τοὺς πιστούς φησιν, καὶ ἀκολουθεῖ αὐτῷ, ἃ καὶ ἴδια καλεῖ ἀλλοτρίων ὄντων τῶν ἀπίστων. ταῦτα καὶ ἀποδιαμερίζει ἀπὸ τῶν ἀσεβῶν ἐξάγων αὐτὰ ἴδια καὶ ἡγούμενος καὶ ποδηγῶν αὐτὰ ἐπὶ τὸν κατ' ἀρετὴν βίον. οὗ καὶ γνω ρίζουσι τὴν φωνὴν τῶν θείων παρ αγγελμάτων, ἀλλοτρίῳ δὲ οὐ μὴ ὑπακούJoυσι τῷ τὰ παράνομα κηρύσ Joντι, οὓς δεῖ καὶ φεύγειν. Θυρωρὸν λέγει τὸν παράκλητον, τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῶν προφητῶν τὴν εἴJoδον αὐτοῦ κηρύξαν, τοῖς δὲ λοιποῖς ἅπασι διὰ τὰ προδηλωθέντα σημεῖα ἀποκλεῖσαν τὴν θύραν καὶ μό νην τῷ κυρίῳ ταύτην ἀνοῖξαν τῷ καὶ διὰ τεραστίων τὰ καθ' ἑαυτὸν πιστω σαμένῳ. 100 Jo 10, 1-5 Τῶν προφητῶν προκαταγγειλάντων αὐτοῦ τὴν εἰς ἀνθρώπους παρουσίαν καὶ διὰ τῆς προφητικῆς θεωρίας προευτρεπισάντων αὐτῷ τὴν εἰς τὸν βίον εἴJoδον μόνος αὐτὸς διὰ πάντων ὥδευσε τῶν περὶ αὐτοῦ γεγραμμένων καὶ ὥσπερ διὰ θύρας εἰσελθὼν εἰς τὸν ἀνθρώπινον βίον παρεγένετο πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. τούτῳ, φησίν, ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει πρόβατα ὀνομάζων λογικὰ τοὺς ἐπιγνόντας αὐτοῦ τὴν φωνὴν καὶ ἀκολουθήσαντας τοῖς τῆς εὐσε βείας λόγοις· ἐπειδὴ γὰρ τῶν προβάτων τὰ μὲν ὑπήκοα καὶ πειθήνια γέγονεν τῷ ποιμένι, τὰ δὲ μακράν που διὰ τῆς ἀπειθείας ἀποσκιρτήσαντα εἰς αὐθαίρετον ἐχώρησεν ἀπώλειαν, ἀναγκαίως διέκρινεν τὰ ἴδια ἀπὸ τῶν ἀλλοτρίων, τὰ σῳζό μενα ἀπὸ τῶν ἀπολλυμένων, τὰ ὑπακούοντα ἀπὸ τῶν ἀπειθούντων. 103Jo 10, 5 Ἀναγκαῖόν ἐστι τοὺς ἀνακειμένους τῷ κυρίῳ πᾶσαν μὲν τὴν τοῦ ἀλλοτρίου φεύγειν παρανομίαν, ἐκκλίνειν δὲ αὐτοῦ παντελῶς τὴν ἀσέβειαν καὶ μήτε φωνῆς ἀκούειν μήτε λόγῳ πείθεσθαι διὰ τὸ ἐπιβλαβὲς τῆς ἀπάτης. 104 Jo 10, 6 Ὡς ἐν παροιμίας λόγῳ μνησθέντος αὐτοῦ προβάτων καὶ διαφορᾶς ποι μένων οὐ συνῆκαν τῶν εἰρημένων τὴν δύναμιν. 105Jo 10, 7 Πρὸς τὰς τῶν πραγμάτων ὑποθέσεις ἀμείβει καὶ τὰς τῶν ὀνομάτων χρήσεις. ὧδε οὖν θύραν ἑαυτὸν καλεῖ ὡς