1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

31

ἦν γεγονὸς εἰς ἀφθαρσίαν μεταχωρῆσαν. 412 Jo , Ὑποδείξας τὸ σῶμα καὶ εἰρήνην αὐτοῖς χορηγήσας ἐπλήρωσεν αὐτοὺς χαρᾶς μεγάλης ἐνθέου. 413 Jo , 22 Πνεῦμα δὲ πνευματικὴν χάριν τῶν ἀποστόλων καλεῖ εἰπὼν λάβετε πνεῦμα ἅγιον διὰ τὸ πνευματικοὺς ἀπεργάζεσθαι τοὺς ἀκούοντας ὡς αὐτὸς προλαβὼν εἶπεν· τὰ ῥήματα, ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. εἰ οὖν τὰ ῥήματα, ἃ αὐτὸς ἐλάλησεν, πνεῦμα καλεῖ τοῦτ' ἔστι πνευματικά, πῶς οὐχὶ μᾶλλον τὸ τηλικοῦτον χάρισμα πνεῦμα ὁμωνύμως προσηγόρευσεν; 414 Jo , 22-23 Ὡς διδάσκαλοι τῆς οἰκουμένης τὸ μέγα τοῦτο λαμβάνουσιν ἐφόδιον τῆς θείας αὐτοῦ ἐξουσίας τὸ δύνασθαι ἀφεῖναι ἁμαρτίας καὶ κατακρίνειν τινὰς ὡς τὴν Σαπφείραν καὶ τὸν Ἀνανίαν, ἥνπερ ἐξουσίαν καλεῖ ἅγιον πνεῦμα, τὸ πνευματικὸν χάρισμα· οὐ γὰρ τὸ πνεῦμα διδόναι, ἀλλὰ πέμπειν ἐπηγγείλατο. 415 Jo , 24-25 ∆ιὰ τὴν τοῦ πράγματος ὑπερβολὴν ὁ Θωμᾶς ἀπιστεῖ καὶ λέγει ταῦτα. διὸ ὁ κύριος δι' ἄλλης αὐτὸν ἀποκαλύψεως πείθει. 416 Jo , 26-27 ∆ιὰ τὴν τοῦ Θωμᾶ ἀπιστίαν ἐδέησε τῷ κυρίῳ δι' ἄλλης αὐτὸν πεῖσαι ἀποκαλύψεως καὶ ἐπέστη τῷ τρόπῳ ᾧ καὶ τὴν ἀρχὴν καὶ προτρέπεται τὸν Θωμᾶν εἰς τὸ ψηλαφῆσαι αὐτόν, πλὴν ὀνειδίζει αὐτῷ, ὅτι οὔτε τοῖς μαθηταῖς ἐπίστευσεν οὔτε τῇ τοῦ Χριστοῦ προρρήσει, ἣν εἶπε περὶ τῆς ἑαυτοῦ ἀναστάσεως. 417 Jo , 28 Πεισθεὶς καὶ διὰ ἁφῆς καὶ ὄψεως ὁμολογεῖ θεὸν καὶ κύριον τὸν ἸηJoῦν. 418 Jo , 29 Ἐπειδὴ ὥσπερ ἐκ τῆς πείρας συνηλάθη εἰς τὸ πιστεῦσαι, μακαρίζει ὁ σωτὴρ τοὺς ἐξ ἀκοῆς πιστεύσαντας. 419 Jo , 30-31 Πολλὰ ποιήσαντος τοῦ κυρίου σημεῖα ὀλίγων ἐμνημόνευσαν οἱ μαθηταί, ὅσων ἦν ἡ μνήμη αὐτάρκης πρὸς ὠφέλειαν τῶν μελλόντων πιστεύειν, ὅτι ἀνέστη κηρυχθεὶς ἐκ τῶν προφητῶν υἱὸς τοῦ θεοῦ. οὗτός ἐστιν ὁ ἐνανθρωπήσας καὶ ἸηJoῦς ὀνομασθείς, οὗ ἐν τῷ ὀνόματι ζωοποιεῖται τὰ πάντα. 4 Jo 21, 1-6 Μήπω ἀποσταλέντες ἐπὶ τὸ κήρυγμα οὐ καλὸν ᾤοντο ἀργεῖν. διὸ ἐτράπησαν οἱ περὶ τὸν Πέτρον εἰς τὸ τῆς ἁλιείας ἔργον καὶ μάτην αὐτῶν καμνόντων καὶ μηδὲν πιαζόντων εὐκαίρως ὤφθη αὐτοῖς ὁ κύριος καὶ ἐλάλει αὐτοῖς μὴ γινώσκου σιν τίς ἦν ὁ προστάξας καὶ ὅση αὐτοῦ ἡ ἰσχύς.

421 Jo 21, 6-14 Αὕτη γὰρ ἡ παράδοξος τῶν ἰχθύων ἄγρα ἐκπλήξασα αὐτοὺς

ἐσήμαινε τὴν τοῦ κυρίου ἐπιφάνειαν. ὁ δὲ Πέτρος ὑπὸ εὐλαβείας ἐνεδύσατο, ὑπὸ δὲ θέρμης κολυμβήσας μόνος ἦλθεν εἰς τὴν γῆν· οἱ γὰρ ἄλλοι ἐν τῷ πλοίῳ ἀνεῖλκον τὴν σαγήνην. σύμβολον δὲ τοῦτο ἐποίησεν ὁ Χριστὸς τῆς μελλούσης τῶν ἀνθρώπων ἄγρας διὰ τῆς ἀοράτου αὐτοῦ ἐνεργείας ἔσεσθαι διὰ τῶν οἷς εἶπε δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων. εἶτα εὑρίσκουσιν ἐπὶ τῆς ἀνθρακιᾶς ἰχθύν, δι' οὗ ἡ ἄφατος αὐτοῦ πάλιν ἐδείκνυτο δύναμις, εἴτε οὖν ἄνευ ἀγκίστρου ἔλαβεν ἐκ τῆς θαλάσσης ἰχθύν, εἴτε ἐξ οὐκ ὄντων ἐποίησε· καὶ κελεύει καὶ ἐκ τῶν ἀγρευθέντων ὀπτηθῆναι καὶ φαγεῖν αὐτούς, ἵνα ἐκ τῆς ἀμφοτέρων ὁμοιότητος γνῶσιν, ὅτι ἀμφοτέρων αὐτὸς δημιουργὸς ἦν. λέγοντος δὲ τοῦ κυρίου ἀριστή σατε οὐδεὶς ἐτόλμα τι εἰπεῖν αὐτῷ· ᾔδεισαν γάρ, ὅτι αὐτὸς ἦν, εἰ καὶ ἐναργῶς αὐτὸν οὔπω ἑώρων ἢ διὰ τὸ ἔτι σκοτίαν εἶναι ἢ ὅτι αὐτὸς ἑαυτὸν ἄγνωστον αὐτοῖς ἐποίει. μεταδοὺς δὲ αὐτοῖς τοῦ ἄρτου καὶ τοῦ ὀψαρίου παρα χρῆμα ἑαυτὸν ἐπιγνωσθῆναι ἐποίησε. ταύτην δὲ τρίτην ἐπιφάνειαν τοῦ Χριστοῦ ὁ εὐαγγελιστὴς καλεῖ. 422 Jo 21, 7-8 Ὑπερβαλλούσης εὐλαβείας τοῦ μακαρίου Πέτρου καὶ τοῦτο γνώρισμα, διότι τοῦ κυρίου αἰφνιδίου ἐπιστάντος αὐτοῦ τὸν μὲν ἐπενδύτην διὰ τὴν γύμνωσιν ταχὺ διεζώσατο, εἰς θάλασσαν δὲ καθεὶς ἑαυτὸν θᾶττον ἐπείγει τὸ ἐλθεῖν πρὸς αὐτὸν ἑστῶτα ἐπὶ τοῦ αἰγιαλοῦ. τοῦτο δὲ ἐποίει ὁ σωτὴρ οὐ τὸν ἐκ τῆς ἁλίας πόρον τοῖς μαθηταῖς περιποιῶν ἀκτήμονας γὰρ αὐτοὺς καὶ πτωχοὺς εἶναι βούλεται ἀλλὰ σύμβολον αὐτοῖς παρεῖχε τῆς μελλούσης τῶν ἀνθρώπων ἄγρας· εἰπὼν γὰρ ἐν ἀρχαῖς τοῦ εὐαγγελίου· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων διὰ τῆς παρούσης