1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

5

ἐπαγγελίαν, ὅτε καὶ κριτὴν αὐτὸν τῆς ὅλης οἰκουμένης ὡμολόγησεν. 68Jo 8, 59 πῶς ἐκρύβη; οὐκ εἰς γωνίαν τοῦ ἱεροῦ ἑαυτὸν περιστείλας οὐδ' εἰς οἰκίσκον, ὡς ἄν τις οἰηθείη, καταφυγὼν οὐδὲ μὴν ὀπίσω τοίχου ἢ στύλου περικάμψας, ἀλλ' ἐξουσίᾳ θεϊκῇ ἀόρατον ἑαυτὸν τοῖς ἐπιβουλεύουσι καταστήσας διὰ μέJoυ αὐτῶν μὴ ὁρώμενος καὶ ἐξῆλθε καὶ παρῆγεν οὕτως.

69 col1Jo 9, 1-3 Νομίζοντες δι' οἰκείας ἢ προγο νικῆς ἁμαρτίας περιπίπτειν τοῖς νοσή μασι τὴν τοιαύτην ποιοῦνται ἐρώτησιν. ὁ δὲ ἸηJoῦς θείᾳ ἐπιστήμῃ τὰς τῶν πραγμάτων ποιούμενος διαιρέσεις ἀμ φότερα ἀπηγόρευσε νῦν· καίτοι εἰσὶ μέν τινες δι' οἰκεῖα πταίσματα τιμω ρούμενοι ὡς ὁ παράλυτος, εἰσὶ δὲ καὶ διὰ τοὺς γονεῖς ὡς ἔνθα φησίν· ἐπάταξα τὰ τέκνα ὑμῶν καὶ παιδείαν οὐκ ἐδέξασθε. ἄλλοι δι' οὐδὲν τού των, ἄλλοι διὰ δοκιμασίαν ὡς ὁ Ἰώβ. οὗτος δὲ ὁ τυφλὸς διὰ τοῦτο ἐπλάσθη τυφλός, ἵνα ἐν τῷ καιρῷ τῆς ἐπιδη μίας ἰασόμενος αὐτὸν ὁ Χριστὸς πᾶσι γνωστὸν ποιήσῃ, ὅτι αὐτός ἐστιν ὁ τοῦ παντὸς ζῴου πλάστης. Τινὲς καὶ διὰ προγονικῆς ἁμαρ τίας ἐπλήγησαν καθάπερ καὶ διὰ τοῦ προφήτου λέγεται· μάτην ἐπάταξα τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε. 70Jo 9, 4 Φῶς ἐλθὸν εἰς τὸν κόσμον ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρόν, ἐν ᾧπερ ἔδει αὐτὸν τὰ ἔργα τοῦ πατρὸς ἐργαζόμενον τὴν πρὸς ἐκεῖνον ἑαυτοῦ δεικνύειν συγγενῆ ὁμοουσιότητα. νύκτα δὲ λέγει τὴν ἑαυτοῦ ἀναχώρησιν. 71Jo 9, 5 Φῶς ἑαυτὸν καλεῖ διά τε τὸ φωτίζειν τὰς τῶν εἰς αὐτὸν πιστευόντων ψυχὰς καὶ ὅτι ἤμελλεν ἀνοῖξαι τὸν ὀφθαλμὸν τοῦ ἐκ γενετῆς τυφλοῦ. 72 Jo 9, 6-7 ∆ιὰ τούτου δείκνυται, ὅτι αὐτὸς ἐδημιούργησε τὰ πάντα καὶ ὅτι ἐκ πηλοῦ τὸν ἄνθρωπον ἐποίησεν· δι' ὧν γὰρ τὸ λιπὸν διὰ πηλοῦ ἀναπληροῖ, δηλοῖ ὅτι καὶ τὸν πάντα ἄνθρωπον ἐκ γῆς ἐποίησε καὶ τοὺς μετὰ ταῦτα ἐκ σπερμάτων καὶ αἱμάτων συνισταμένους αὐτὸς πάλιν διαπλάττει· ἰδοὺ γὰρ ἐπὶ τοῦ τυφλοῦ ἀμφότερα δείκνυσιν, ὅτι τὸ μὲν ἄλλο αὐτοῦ σῶμα ἐξ αἱμάτων καὶ σπερμάτων συνέστησεν, ἐάσας δὲ ἀπλάστους τοὺς ὀφθαλμοὺς νῦν αὐτοὺς ὅπερ ἐστὶ κάλλιστον τοῦ σώματος μέρος διὰ τοῦ πηλοῦ ἀναπληροῖ, ἐν τῷ ἑνὶ ζῴῳ τὰ δύο ἐπιδείξας ἔργα τῆς δημιουργίας. ἀπελθόντος δὲ αὐτοῦ καὶ νιψαμένου ἀνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοὶ οὐκ ἀποπαύοντος τοῦ πηλοῦ ἀπὸ τῆς τοῦ ὕδατος νίψεως, ἀλλὰ παρα δόξως προσβολῇ αὐτοῦ ὑπάγοντος καὶ ἀπορρήτως τὰ ὄμματα ἀνεπλήρωσεν ὁ πηλός. 73Jo 9, 8-9 Τῶν μὲν τὸν αὐτὸν εἶναι λεγόντων ἐκ τοῦ χαρακτῆρος τῆς ὄψεως οὐ πιστευόντων δὲ διὰ τοὺς ὀφθαλμούς, ἄλλων δὲ ἐνδοιαζόντων ἐπὶ τούτῳ τὸ ἀμφίβολον αὐτοῖς λύων ὁ ἀναβλέψας ἔλεγεν, ὅτι ἐγώ εἰμι. 75 Jo 9, 10 ∆έον ἀπὸ τοῦ ἔργου γνῶναι τίς ἦν ὁ ποιήσας τὸ θαῦμα, ἀπὸ τῆς ὄψεως ἐπιζητοῦσιν ἐπιγνῶναι ὅστις ἦν. 76Jo 9, 10-11 Ἀποθέμενοι τὴν ἀμφιβολίαν ἐπυνθάνοντο λοιπὸν τὸ πῶς ἀνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί. ἀπεκρίθη καὶ εἶπεν τὸ ἀληθές, ἄνθρωπον δὲ τέως ὀνο μάζει τὸν ἸηJoῦν διὰ τὸ ἀνθρώπινον σῶμα. 77Jo 9, 15 Τῶν Φαρισαίων ἐρωτησάντων τῇ αὐτῇ καὶ πρὸς αὐτοὺς ἐχρήσατο διηγήσει. 78Jo 9, 16 Εἰς τοσαύτην δὲ ἀσεβείας ἀκρότητα ἔφθασαν ὡς τὸ σάββατον ἀλόγως τῆς θείας αὐτοῦ προκρίνειν δυνάμεως, δέον ἐκ τοῦ παραδόξως γεγονότος λογί σασθαι, ὅτι σαββάτου ὁμοῦ καὶ πάσης νομοθεσίας δεσπότης ὑπῆρχεν ὁ τοσαύτης ἐπειλημμένος δυνάμεως. 79 Jo 9, 16 79 Ὑπὸ ἄκρας ἀσεβείας τὸ σάββατον τῆς αὐτοῦ θείας δυνάμεως προετίμων καίτοιγε καὶ ἐπὶ Μωυσέως οὐκ ἄλλως πιστευθείσης τῆς τοῦ σαββάτου ἐντολῆς εἰ μὴ διὰ τοῦ γεγονότος ἐπὶ τοῦ μάννα σημείου. ἐχρῆν οὖν ἑωρακότας αὐτοὺς τὸ θαῦμα τὸ ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων γεγονὸς εἰς τὴν τοῦ σαββάτου ἀργίαν ὑπεῖξαι ὥσπερ τότε ἐν ἀρχῇ καὶ νῦν εἰς τὸ μαθεῖν, ὅτι εἰς εὐεργεσίαν ἀνθρώπων ἡ τῆς ἐντολῆς ὑπόθεσις μεταποιεῖται. ἀλλ' ἐκεῖνοι ὑπὸ ἀπιστίας τυφλώττοντες οὐχ ὁρῶσιν, ὅτι καὶ ὁ θεὸς μέχρι νῦν ἐν σαββάτῳ τὰ ἑαυτοῦ ἔργα ποιεῖ οὐδὲ ὅτι οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ