1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

32

ἁλίας τῶν ἀλόγων ἰχθύων εὐέλπιδας αὐτοὺς ἐποίει ὡς καὶ ἐπὶ τῆς λογικῆς τῶν ἀνθρώπων θήρας αὐτὸν ἕξουσιν ἀοράτως αὐτοῖς συνεργοῦντα καὶ παρὰ πᾶσαν προσδοκίαν τοὺς ἀνθρώπους ἐκ βυθοῦ τῆς πλάνης ἀνιμώμενον καὶ εἰς ἐπίγνωσιν ἕλκοντα τῆς κατὰ τὴν θεοσέβειαν ἀληθείας. 423 Jo 21, 13-14 Τῆς δὲ εὐλογίας τοῦ ἄρτου καὶ τοῦ ὀψαρίου μεταδοὺς παραχρῆμα ἑαυτὸν ἐπιγνῶναι ἐποίησεν. ὅθεν ἐπήγαγεν ὁ εὐαγγελιστὴς λέγων, ὅτι τοῦτο τρίτον ἐφανερώθη τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν. 424 Jo 21, 15-17 Βουλόμενος οἶμαι ἐκ τῆς κατὰ τὴν ἄρνησιν ῥᾳθυμίας διεγεῖραι αὐτοῦ τὸ φρόνημα καὶ ἀναζωπυρῆσαι τὴν ἀγάπην ἐπυνθάνετο, εἰ πλέον αὐτὸν τῶν ἄλλων φιλεῖ. ὁ δὲ πρὸς τὴν ἐρώτησιν λέγει· ναί, κύριε, σὺ οἶδας, ὅτι φιλῶ σε· θαρροῦντος γὰρ ἦν καὶ σφόδρα πεποιθότος τὸ μὴ ἄλλον τινὰ μάρτυρα τῆς ἑαυτοῦ συνειδήσεως παραλαβεῖν ἢ αὐτὸν ἐκεῖνον τὸν ἐμβατεύοντα τὰς καρδίας καὶ τὰ κρύφια τῶν ἀνθρώπων ἐπιστάμενον. ὅθεν ὡς ἀληθεύοντα ἀποδεξάμενος ἐγχειρίζει αὐτῷ τῶν λογικῶν ἀρνίων τὴν ἐπιμέλειαν φήσας βόσκε τὰ πρόβατά μου. 425 Jo 21, 15-17 Ταῦτα ἐρωτᾷ βουλόμενος διὰ τῆς ἀγάπης ἀναζωπυρῆσαι αὐτοῦ τὸ φρόνημα ἐκ τῆς κατὰ τὴν ἄρνησιν ῥᾳθυμίας. ὁ δὲ Πέτρος ὡς θαρρῶν, ὅτι ᾔδει τὰ ἐν καρδίᾳ αὐτὸν μάρτυρα ποιεῖται τὸν Χριστόν, ὧν ἐλάλει. διὸ ἀποδεξάμενος αὐτὸν ὁ σωτὴρ ἐγχειρίζει αὐτῷ τὴν ἐπιμέλειαν τῶν λογικῶν ἀρνίων ὡς γνησίῳ ποιμένι. ὅτε δὲ τὸ τρίτον ἠρωτήθη, ἐλυπήθη ἀγνοῶν τὸν τοῦ σωτῆρος σκοπὸν καὶ νομίζων, ὅτι ὡς ὕποπτος ἠγνοεῖτο καί φησιν, ὅτι εἰ μὲν πρὸς ἄνθρωπον ἐλάλουν, εἰκὸς ἦν με ὡς ψεύστην ὑπονοεῖσθαι· ἐπειδὴ δὲ πάντα οἶδας καὶ οὐδέν σε λανθάνει, οἶδας, ὅτι φιλῶ σε. ὁ δὲ τρίτον αὐτῷ προσεφώνησεν εἰπὼν βόσκε τὰ πρόβατά μου. οὐκ ἀγνοῶν δὲ αὐτοῦ τὴν διάθεσιν τρίτον ἠρώτησεν, ἀλλ' ἵνα τὰς τρεῖς τῆς ἀρνήσεως φωνὰς ἐξαλείψῃ διὰ τῶν τριῶν συγκαταθέσεων καὶ ὁμολογιῶν τῆς ἀγάπης. 426 Jo 21, 18-19 Νεώτερος γὰρ ὢν αὐτεξουσίῳ κινήματι, ὃ ἤθελεν, ἐποίει· τοῦτο γάρ ἐστι τὸ ἐζώννυες σεαυτὸν καὶ ὅπου ἤθελες περιεπάτεις. ἐπειδὴ δὲ προβεβηκὼς γέγονεν ἀπόστολος, ἦλθεν ἐπὶ τὸν τοῦ μαρτυρίου ἀγῶνα καὶ ἐσταυρώθη· τοῦτο γὰρ σημαίνει τὸ ἐκτενεῖς τὰς χεῖρας. ὑπέμεινε μὲν οὖν ἄκων τὸν θάνατον, πλὴν διὰ τὰς μελλούσας ἐλπίδας ἑκὼν ὑφίστατο. εἰπὼν δὲ ἀκολούθει μοι προτρέπεται αὐτὸν μιμεῖσθαι τὴν τοῦ διδασκάλου πολιτείαν καὶ κατ' ἴχνος βαίνειν τῆς αὐτοῦ ἀρετῆς κατὰ τὸ δυνατόν. 427 Jo 21, 18-19 Ἄξιον καὶ ἐν τούτῳ θαυμάσαι τὴν τοῦ κυρίου πρόγνωσιν πρὸ τοJoύτων ἐτῶν προειπόντος αὐτῷ οὐ μόνον, ὅτι μάρτυς γενήσεται, ἀλλ' ὅτι καὶ διὰ σταυ ροῦ ὑποστήσεται τὴν ἀναίρεσιν· ἡ γὰρ ἔκτασις τῶν χειρῶν καὶ ὁ δεσμὸς τῆς ζώνης οὐδὲν ἕτερον ἐδήλου ἢ τὸ σχῆμα τοῦ σταυροῦ. βούλεται δὲ αὐτῷ ἀκολουθεῖν αὐτὸν μιμούμενον αὐτὸν ἐν πᾶσι τὴν κατ' εὐσέβειαν πολιτείαν· οἱ γὰρ κατ' ἴχνος τῆς ἐκείνου βαίνοντες ἀρετῆς καὶ κατὰ δύναμιν μιμούμενοι αὐτοῦ τὴν τῆς δικαιοσύνης ἀκρίβειαν οὗτοι αὐτῷ τηνικαῦτα ἀκολουθήJoυσιν ὁδηγοῦντι εἰς τὴν κατ' οὐρανὸν αὐτοῦ βασιλείαν. 428 Jo 21, -23 Ἀκούσας τὰ καθ' ἑαυτὸν ὁ Πέτρος ὡς ἀγαπῶν τὸν Ἰωάννην ζητεῖ καὶ τὰ περὶ αὐτοῦ μαθεῖν, ἵνα καὶ αὐτὸς ἀξιωθῇ τῶν ὁμοίων. ἀλλ' ὁ κύριος οὐ πάντας ἤθελε διὰ τοῦ μαρτυρίου τελειῶσαι. διὸ καὶ εἶπε τοῦτο τί πρός σε. τοῦ δὲ κυρίου ἀορίστως λαλήσαντος καὶ μὴ ἀποφηναμένου, ὅτι μένει ἕως τῆς δευτέρας αὐτοῦ παρουσίας, πολλοὶ ἐνόμισαν, ὅτι οὐκ ἀποθανεῖται. διὸ ὁ Ἰωάννης τὴν ἐσφαλμένην αὐτῶν ὑπόνοιαν ἐγγράφως ἀπεσημειώσατο εἰπών, ὅτι ἄλλο εἰρηκότος τοῦ κυρίου, ἄλλο ἐκεῖνοι ἐνενόουν. 429 Jo 21, 24 Ἐν πολλοῖς τόποις ἀορίστως εἰπὼν τὸν ἀγαπώμενον ὑπὸ τοῦ κυρίου νῦν ἐφανέρωσεν, ὅτι περὶ αὐτοῦ λέγει· αὐτὸς γάρ ἐστιν ὁ τὸ προκείμενον εὐαγγέλιον συγγράψας. εἰδὼς δέ, ὅτι ἀψευδῶς πάντα ἔγραψεν, ἑαυτῷ μαρτυρεῖ τὴν ἀλήθειαν. 430 col1 Jo 21, 25 Πολλὰ μὲν οὖν ἐστι τὰ ὑπὸ τοῦ σωτῆρος γενόμενα σημεῖα, ὀλίγα δὲ μόνον ἱστόρησαν οἱ εὐαγγελισταί, ἵνα μὴ τὸ πλῆθος τῆς ἀπαγγελίας ὑπερβαίνειν τὴν μνήμην τῶν