1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

30

τῶν λοιπῶν. ἐν καινῷ μνημείῳ δὲ ἐτέθη οἰκονο μικῶς πρὸς τρανοτέραν ἀπόδειξιν τῆς ἀναστάσεως, ἵνα δειχθῇ, ὅτι ἀνέστη· εἰ γὰρ ἦν μετὰ ἄλλων, ἤμελλόν τινες λέγειν, ὅτι οὐ τὸ τοῦ ἸηJoῦ ἀνέστη σῶμα, ἀλλὰ ἄλλου.

401 Jo, 1-9 Εὐλαβὴς οὖσα ἡ Μαρία ἡσύχασε τὸ σάββατον, ὀρθρινὴ δὲ ἐλθοῦσα ἐδείκνυ τὴν περὶ τὸν διδάσκαλον διάθεσιν, ὅμως εὑροῦσα τὸν λίθον ἠρμένον, ἔδραμε πρὸς τοὺς μαθητὰς οὐκ ἐννοήσασα ἐκ τούτου, ὅτι ἀνέστη, ὅπερ ἦν ἀκούσασα πολλάκις, ἀλλὰ τὸ μὴ ὂν οὐκ οἶδα πόθεν ἐποπτεύσασα γεγενῆσθαι. οἱ δὲ μαθηταὶ ἔτρεχον εἰδέναι τὸ γεγονὸς οὐ καρτερήσαντες ἔτι μεῖναι μετὰ τὸ ἀκοῦσαι τοῦτο. προλαβὼν δὲ ὁ Ἰωάννης τὸν Πέτρον οὐκ εἰσῆλθε πρῶτος εἰς τὸ μνημεῖον ἐκδεχόμενος διὰ τιμὴν τὸν πρῶτον μόνον δὲ εἶδε κείμενα τὰ ὀθόνια, ὅπερ γνώρισμα ἦν τῆς ἀναστάσεως· εἰ γὰρ ἐκλάπη τὸ σῶμα ὑπὸ ἐχθρῶν ἢ φίλων, οὐκ ἂν εἴων τὰ ὀθόνια, οἱ μὲν διὰ κέρδος, οἱ δέ, ἵνα μὴ γυμνὸν ὑβρίσωσι τὸ σῶμα, ἀλλὰ περιεσταλμένον μεταθῶσιν. εἰ δὲ μαθηταὶ ἔκλεπτον, ἁρπάσαντες ἂν ἔφυγον διά τε τοὺς φυλάσJoντας στρατιώτας καὶ διὰ τοὺς Ἰουδαίους καὶ οὐκ ἂν ἵσταντο ἀποδύοντες τὸ σῶμα καὶ ἰδίᾳ τὰ ὀθόνια τιθέντες, ἀλλαχοῦ δὲ τὸ Joυδάριον. ἐφ' οἷς οὖν εἶδον οἱ μαθηταί, ἔλαβον ἐκ χάριτος καὶ σύνεσιν τῶν γραφῶν καὶ ἐπίστευσαν τῷ τῆς ἀναστάσεως αὐτοῦ λόγῳ ἀγνοοῦντες τοῦτο πρῴην. 402 Jo, 11 ∆ιὰ πολλὴν διάθεσιν ἔμεινε μόνη ἐν τῷ μνημείῳ ὀδυρομένη. 403 Jo , 11-13 Ἐπειδὴ διὰ φιλοστοργίαν ἀνέμεινε περὶ τὸν τάφον, ἠξιώθη καὶ ὀπτασίας ἀγγέλων ἐξ αὐτοῦ τοῦ τῆς ὀπτασίας σχήματος δεικνυόντων τὴν τοῦ κυρίου ἀνάστασιν. εἰ δὲ ἄλλος εὐαγγελιστὴς λέγει, ὅτι εἷς ἦν ὁ ἄγγελος, οὐδὲν ἐκ τούτου· ἡ γὰρ Μαρία οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ἦλθεν εἰς τὸν τάφον, ποτὲ μὲν σὺν ἄλλαις, ὅτε εἶδε τὸν ἕνα ἄγγελον, ποτὲ δὲ πάλιν μόνη, ὅτε εἶδε τοὺς δύο καὶ οἱ μὲν εὐαγγελιστῶν τὰ πρῶτα εἶπον, οἱ δὲ τὰ δεύτερα, πλὴν ὅτι πάντες συναινοῦσιν, ὅτι ὤφθησαν ἐν ἐσθήσεσι λευκαῖς οἱ ἄγγελοι τὴν ἀνάστασιν εὐαγγελιζόμενοι. 404 Jo , 11-13 ∆ιὰ τοῦ λευκοῦ θεώρει τὸ τῶν ἀγγέλων καθαρόν. ἐρωτῶσι δέ, οὐχ ἵνα μάθωσι τί κλαίει, ἀλλ' ἵνα παύσηται· οὐ γὰρ ἔπρεπεν αὐτὴν ἐν τοιούτῳ δακρύ ειν καιρῷ καὶ τὴν πανήγυριν ἐνυβρίζειν. δι' ὧν δὲ ἐφάνησαν ἐν τῷ τόπῳ ἐκείνῳ οἱ ἄγγελοι, σημαίνουσιν, ὅτι ἀγγέλων προσεδρευόντων τῷ τόπῳ οὐδεὶς ἠδύνατο τὸ θεῖον σῶμα μετακινῆσαι, καὶ μυσταγωγοῦσιν αὐτὴν τὸ τῆς ἀναστάσεως μυστήριον ὡς μὴ εἰδυῖαν τὴν γραφὴν κατὰ τοὺς μαθητάς. 405 Jo , 15 Καταποθεῖσα γὰρ ὑπὸ τῆς λύπης ἔτι ἀμφέβαλλε περὶ τῆς ἀναστάσεως καὶ μετὰ τὴν ὀπτασίαν. 406 Jo , 16 Πολλὴν ἔχουσα διάθεσιν περὶ αὐτὸν πολλὴν εἶχε καὶ τὴν ἐκ τῆς ἀγνοίας ἀπιστίαν. διὸ καὶ ἐξ ὀνόματος αὐτὴν καλεῖ, ἵνα κἂν οὕτως ἐπιγνοῦσα πεισθῇ ἀναμφιβόλως, ὅτι ἀνέστη. 407 Jo , 16-17 ∆ιὰ τῆς φωνῆς ἀναμφιβόλως πιστεύσασα διδάσκαλον ὁμολογεῖ καὶ ἐρχο μένην αὐτὴν προσκυνῆσαι αὐτὸν κωλύει. 408 Jo , 17 Ἔσπευδε γὰρ ὡς εἰκὸς πρὸ τοῦ ἀνθρωπίνῃ ἁφῇ ὑποπεσεῖν ἄθικτος μετὰ τὴν ἀνάστασιν ἀναβῆναι πρὸς τὸν πατέρα. 409 Jo , 17 Ἐκ πολλῆς φιλίας καὶ μετὰ τὸ ἀναστῆναι ἐκ νεκρῶν πάλιν τοὺς ἀπο στόλους ἀδελφοὺς καλεῖ. ὅμως οὐχ ὥσπερ ἐστὶ τοῦ υἱοῦ πατὴρ ὁ θεός, οὕτω καὶ τῶν κατ' ἀρετὴν προκοπτόντων ἁγίων, ἐπειδὴ ὁ μὲν φύσει μονογενὴς υἱὸς ἐκ θεοῦ γεννηθείς, οἱ δὲ θέσει διὰ τὴν πολιτείαν τὸ τῆς υἱοθεσίας ἀξίωμα λαβόντες· εἰ γὰρ μὴ διῄρητο τοῦτο, οὐδὲν ἐκώλυεν εἰπεῖν· ἀπέρχομαι πρὸς τὸν πατέρα ἡμῶν. εἰπὼν οὖν πατέρα μου καὶ πατέρα ὑμῶν τὴν τοῦ δόγματος ἔδειξεν ἀκρίβειαν. 410 Jo , 18 Ἐπιμείνασα γὰρ μετὰ διαθέσεως ἐπὶ πολὺ ἐν τῷ μνημείῳ πρώτη αὐτὸν ἠξιώθη ἰδεῖν μετὰ τὴν ἀνάστασιν καὶ ταῦτα ἀκοῦσαι. 411 Jo , 19-20 ∆ι' ὧν εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων ἔδειξε τὴν τῆς θεότητος ἰσχύν. δείξας δὲ τὰ τοῦ πάθους γνωρίσματα ἐπληροφόρησεν, ὅτι αὐτὸς ἦν ὁ ἀναστὰς ἐκ νεκρῶν, εἰ καὶ νῦν τὸ σῶμα πνευματικὸν