1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

12

ἐξερεθίζῃ αὐτούς· ἀφόρητος γὰρ ἦν αὐτοῖς καὶ φαινόμενος μόνον. 172Jo 11, 55-57 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, οὐ τοῦ κυρίου· παρατήρει γὰρ ἀεὶ τὰ λεγόμενα, ἀλλ' οὐδὲ ὅπου οὗτοι εἱστήκεσαν, ἑώρτασεν ὁ ἸηJoῦς, ἀλλ' εἰς τὸ μέγα <πάσχα> ἀνέῳγεν τὸ σεσαρκωμένον καὶ κεκοσμημένον. πολλοὶ δὲ ἐκ τῆς χώρας ἀνέβαινον ἁγνίσαι ἑαυτούς. καὶ ἔδωκαν παραγγελίαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, ἵνα πιάσωσιν αὐτόν.

173 col1Jo 12, 1-2 Παραγενόμενον δὲ ἐκεῖ ὑπεδέξατο Λάζαρος καὶ αἱ ἀδελφαὶ

αὐτοῦ οὐχ ὡς ἀναστήσαντα αὐτὸν μόνον ἐκ νεκρῶν καὶ αὖθις εἰς ζωὴν ἀνακαλε σάμενον, ἀλλὰ προηγουμένως ὡς εὐσε βείας διδάσκαλον καὶ σωτῆρα τῶν ἀνθρωπίνων ψυχῶν. Ὑπεδέξατο αὐτὸν ὁ Λάζαρος οὐχ ὡς ἀναστήσαντα αὐτόν, ἀλλὰ ὡς εὐσε βείας διδάσκαλον καὶ σωτῆρα ψυχῶν. δείπνου δὲ γεγονότος ἡ Μάρθα αὐτουργοῦσα διηκόνει εἰδυῖα, ὅτι αὐτὸς ἦν ὁ καὶ τῷ Ἀβραὰμ ἐπιξενω θείς. ἀναγκαίως δὲ τοῦ Λαζάρου μέμνηται ὁ εὐαγγελιστής, ἵνα δείξῃ, ὅτι ἀναστὰς ἐκ νεκρῶν πολὺν ἐπέ ζησε χρόνον καὶ οὐκ εὐθὺς ὡς φάσμα φανεὶς τοῖς ἀνθρώποις εὐθὺς πάλιν ἀπέθανεν, ἀλλ' ἔμεινεν ἐσθίων καὶ πί νων καὶ τὰ συνήθη τοῖς ἀνθρώποις ποιῶν. 174Jo 12, 3 Τοῦ δὲ οἴκου πληρωθέντος τῆς ἐκ τοῦ μύρου εὐωδίας συμβολικῶς ἐπε δείκνυτο ἐκεῖνο, ὅπερ πνευματικῶς οὐκ εἰς μακρὰν ἀποτελεσθῆναι ἤμελλεν· εὐθὺς γὰρ μετὰ τὸ πάθος τῆς Χριστοῦ εὐωδίας ἡ σύμπασα οἰκουμένη ὥσπερ μέγας οἶκος ἐπληρώθη μύρου. τῷ τοίνυν αἰσθητῷ τὸ νοητὸν ἐκεῖνο προ εμήνυε· τοῦ γὰρ σώματος αὐτοῦ ἀλαβάστρου δίκην ἐκκεντηθέντος ἡ τῆς γνώ σεως εὐωδία τὸν ὅλον ἐπλήρωσε κόσμον. 175 col1Jo 12, 3 Σπουδαιοτέρα ἀεὶ γινομένη περὶ τὰ μαθήματα, διηνεκῶς ἀκούσασα τῶν λόγων τοῦ σωτῆρος ἐγίνωσκε σαφῶς, ὅτι ἐνέστηκε λοιπὸν ὁ τοῦ πάθους καιρός, ὅθεν τῷ μὲν μύρῳ ἤλειψεν, ταῖς δὲ θριξὶν ἐξέμαξε τοὺς πόδας αὐτοῦ, ἵνα διὰ τοῦτο τὸ σύμ βολον τῆς μελλούσης ὑπὲρ ἡμῶν αὐτοῦ ταφῆς ἐπιδείξῃ. οὐ μόνον δὲ τοῦτο, ἀλλ' ἵνα καὶ τὴν ἐκ τῆς ἐπαφῆς τῶν ποδῶν αὐτοῦ εὐλογίαν κομίσασθαι δυναθῇ· οὐ γὰρ τοJoῦτον ἐδίδου, ὅJoν αὐτὴ μεταλαμβάνουσα ὠφελεῖτο. Ὡς σπουδαία οὖσα περὶ τὰ μαθή ματα καὶ συνεχῶς ἀκούουσα τῶν τοῦ κυρίου λόγων ἐπεγίνωσκεν, ὅτι λοιπὸν ὁ τοῦ πάθους ἐνειστήκει καιρός. διὸ πρὸς σύμβολον τῆς μελλούσης αὐτοῦ ταφῆς ἀλείφει αὐτὸν τῷ μύρῳ, ταῖς δὲ θριξὶν ἐκμάσσει, ἵνα τὴν ἐξ αὐτοῦ κομίσηται εὐλογίαν. τὸ δὲ πλησθῆναι τὸν οἶκον τῆς ὀσμῆς σύμβολον ἦν τῆς μετὰ τὸ πάθος τοῦ Χριστοῦ ἅπασαν τὴν οἰκουμένην εὐωδίας διαδιδούσης· τοῦ γὰρ σώματος τοῦ Χριστοῦ δίκην ἀλαβάστρου κεντηθέντος ἡ τῆς γνώ σεως εὐωδία τὸν κόσμον ἔπλησεν. 176Jo 12, 4 Οὐ τῶν πτωχῶν κηδόμενος τοῦτο εἶπεν, ἀλλὰ τῆς φιλαργυρίας ἐφιέμενος. 177 Jo 12, 6 Ἠνείχετο δὲ αὐτοῦ ὁ κύριος κλέπτοντος τὰ τῶν πτωχῶν, ἕως ἂν ὑπο μείνῃ παρ' αὐτοῦ καὶ τὸν τῆς προδοσίας ἔλεγχον. οὐκ ἐλέγχει τὸν μαθητὴν ὁ κύριος, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί, τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν βουλόμενος· ὅτι γὰρ ᾔδει, καὶ ἄνωθεν αὐτὸν ἤλεγξεν. εἰ δὲ ἄλλος εὐαγγελιστής φησιν, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγξαντο, φαμέν, ὅτι καὶ πάντες καὶ οὗτος, ἀλλ' οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει. ὁ δὲ κύριος διὰ τοῦτο ὡς εἰκὸς ἐνεπίστευσεν αὐτῷ τὴν οἰκονομίαν, ἵνα ἔχων ἐκ τοῦ γλωσJo κόμου τῆς ἐπιθυμίας ἱκανὴν παραμυθίαν μὴ εἴπῃ, ὅτι διὰ χρημάτων ἔρωτα τὴν προδοσίαν ἐποιησάμην, καὶ ἠνείχετο αὐτὸν καὶ οὐκ ἐνεκάλει ἀναιρῶν αὐτοῦ πᾶσαν ἀπολογίαν. 178 Jo 12, 7-8 ∆ιὰ τῆς προθέσεως τῆς γυναικὸς ὁ σωτὴρ διδάσκει ἐναργῶς, ὅτι ἡ τοῦ μύρου οἰκονομία σύμβολον γέγονε τῆς ταφῆς αὐτοῦ. ἥτις τελευταία χάρις δοκεῖ εἶναι τοῦ ἀπιέναι μέλλοντος· ὅτε γὰρ δύναταί τις, εὐποιεῖ τοὺς πένητας βουλό μενος. 179Jo 12, 9 Συνῄεσαν δὲ οἱ ὄχλοι οὐ μόνον, ἵνα τὸν ἀναστήσαντα ἴδωσιν, ἀλλὰ καὶ τὸν ἀναστάντα, ὃν ὡς εἰκὸς ἦλθόν τινες καὶ