1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

25

τῆς μεταλήψεως τῶν ἀγαθῶν. 323 Jo 16, 25 Ἐπεσκιασμένως ἐλάλει ὁ κύριος διὰ τὴν τῶν ἀκουόντων νηπιότητα· ἐπαγγέλλεται δὲ αὐτοῖς προκόπτουσι σαφῶς τὴν τοῦ πατρὸς ἀποκαλύπτειν δόξαν. 324 Jo 16, 26-27 Ὡς εἴρηται ἡ πολλὴ προκοπὴ δίδωσιν αὐτοῖς τοῦ αἰτεῖν τὴν παρρησίαν. τοῦτο δὲ γέγονεν ἐκ χάριτος τοῦ μονογενοῦς διὰ τὴν εἰς αὐτὸν πίστιν. φίλους ἐποίησε τῷ πατρὶ τοὺς ἁγίους. 325 Jo 16, 28 Ἐχρῆν γὰρ αὐτὸν οἰκονομήσαντα πάντα τὰ πρὸς σωτηρίαν ἡμῶν πάλιν ἐπὶ τὸν πατέρα καὶ τὴν ἑαυτοῦ δόξαν ἐπαναδραμεῖν. 326 Jo 16, 29-30 Ταῦτα ἔλεγον οἱ μαθηταὶ ἀποθαυμάζοντες αὐτὸν ὡς θεόν, ἐξ ὧν ἐλάλει μάλιστα ἐκεῖνα σαφῶς, ἅπερ ἐν ἑαυτοῖς διελογίζοντο. διὸ ἐξ ὧν ἤκουον, οὐ μὴν ἀλόγως, ἐπίστευον, ὅτι θεοῦ υἱὸς ὢν γέγονεν ἄνθρωπος καὶ ἦλθεν εἰς τὸν κόσμον. 327 Jo 16, 31-32 Ὡς μήπω ἔχουσι τελείαν τὴν εἰς αὐτὸν πίστιν προλέγει τὰ συμβησόμενα, ὅτι συσχεθέντος αὐτοῦ ἤμελλον πάντες φεύγειν καὶ ὅJoν τὸ ἐπ' αὐτοῖς μόνον ἐάσαντες. ἀλλ' οὐκ ἦν μόνος ἀεὶ ἔχων ἐν ἑαυτῷ καὶ σὺν αὐτῷ τὸν πατέρα. 328 Jo 16, 33 Πολλῆς ἔχρῃζον παρακλήσεως, ἵνα φύγωσι τὴν τῶν ἐJoμένων δυσχέρειαν καὶ μείνωσιν ἐν τῇ εἰρήνῃ αὐτοῦ, ἣν ἐχαρίσατο πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσι νικήσας καὶ καθελὼν διὰ ἀνεξικακίας τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου.

329 Jo 17, 1 Ὥραν λέγει τὸν ἐπιτήδειον τοῦ πάθους καιρὸν ὡς καὶ ἀλλαχοῦ·

οὐ γὰρ τὴν ἐξ εἱμαρμένης λέγομεν τῆς οὐχ ὑφεστώσης, ἀλλὰ καθ' ἣν αὐτὸς ἔκρινε παθεῖν συγχωρήσας τῇ τῶν ἐπιβουλευόντων πονηρίᾳ· οὕτω γὰρ καὶ ἐπὶ τοῦ σημείου τοῦ οἴνου ὥραν τὴν εὐκαιρίαν εἶπεν. ὁμωνύμως δὲ λέγει τὸ δοξάζειν καὶ δοξάζεσθαι, ἵνα τὸ ἀδιάφορον διδάξῃ ἑαυτοῦ τε καὶ τοῦ πατρός· δοξάζεται μὲν γὰρ ἐκ τοῦ πατρὸς καθὸ ὡς ἄνθρωπος ἀνίσταται διὰ πατρός, δοξάζει δὲ ἑαυτὸν καθὸ ὡς θεὸς ἑαυτὸν ἀνιστῶν ἐν τῇ ἑαυτοῦ δυνάμει δίδωσιν ἡμῖν ἐνοπτρί ζεσθαι τὸν πατέρα αὐτὸν οἷον ἔτεκεν υἱὸν καὶ ἐξ οὗ φαίνεται ὅJoς ἐστίν. 330 Jo 17, 2 Πάντων μὲν δεσπόζει σωμάτων καὶ ψυχῶν, τοῖς εἰς αὐτὸν δὲ μόνον πιστεύουσι δίδωσι τὴν μακαρίαν ζωήν. 331 Jo 17, 3 Ἀληθινὸν θεὸν λέγει τὸν πατέρα ὡς ἀγέννητον, οὐ μὴν ἑαυτὸν ἐκβάλλει τοῦ εἶναι θεόν· θεὸς γὰρ καὶ ὁ μονογενής, ἀλλὰ γεννηθεὶς ἐκ θεοῦ. τοῦτο δὲ εἰπὼν τὸ τῆς ἀληθείας ἡμᾶς ἐδίδαξε δόγμα. 332 Jo 17, 4-5 ∆ι' ὧν, φησίν, γεγονὼς ἄνθρωπος ὑπέμεινα τὰ πρὸς σωτηρίαν τῶν ἀν θρώπων, ἵνα γνωρίσω αὐτοῖς τὸ ὄνομά Joυ, ἐδόξασά σε γνώριμόν Joυ ποιῆσαι τὴν ἰσχὺν διὰ τῆς ἐμῆς δυνάμεως τῆς ἴσης οὔσης τῇ σῇ. εἰπὼν δὲ πρὸ τοῦ τὸν κόσμον εἶναι δείκνυσιν ἑαυτὸν θεὸν τῶν ἁπάντων προαιώνιον. ἐκείνην οὖν οἰκονομικῶς αἰτεῖ ἀπολαβεῖν τὴν δόξαν, οὐχ ἣν οὐκ εἶχεν, ἀλλ' ἣν ὡς ἄνθρωπος γεγονὼς οἰκονομικῶς εἰς ὕβρεις ἑαυτοῦ καθῆκεν εὐδοκίᾳ πατρὸς καὶ ἣν ἐκένωσεν ἔχων αὐτήν, ἣν οὐ λαβεῖν, ἀλλὰ ἀπολαβεῖν <ἔδει>. ἤτοι διὰ τοῦ σχήματος μόνου εἰπὼν δὲ ἑαυτὸν πρὸ τοῦ τὸν κόσμον εἶναι ἔδειξεν, ὅτι οὐκ ἦν ἄνθρωπος ψιλὸς ἀπὸ τοῦ χρόνου τῆς γεννήσεως τῆς παρθένου ἀρξά μενος εἶναι, ἀλλὰ προαιώνιος ὤν, ἐπ' ἐσχάτων δὲ σαρκωθεὶς τῶν ἡμερῶν. εἰπὼν δὲ τῇ δόξῃ, ᾗ εἶχεν, δείκνυσιν, ὅτι ὁ υἱὸς ἀνάρχως εἶχε παρ' ἑαυτοῦ τὴν δόξαν, οὐ παρὰ ἄλλου. 333 Jo 17, 4-5 Προσήκει εἰδέναι, ὅτι οὐ λαβεῖν, ἀλλ' ἀπολαβεῖν προσηύχετο. οὐ μὴν δέ, ἀλλὰ καὶ τοὺς αἱρετικοὺς ἐπιστομίζει τοὺς ἄνθρωπον μόνον αὐτὸν ὑπολαμβά νοντας τὴν αὑτοῦ δόξαν πρεσβυτέραν τοῦ κόσμου εἶναι λέγων· οὐδὲν δὲ ἧττον καὶ Μαρκέλλου τὴν ἀπάτην ἀποδεικνύει φήσαντος τὸν λόγον μὴ παρὰ τοῦ <πατρὸς> εἰληφέναι τὴν δόξαν, ἀλλ' ἀνάρχως κεκτῆσθαι παρ' ἑαυτοῦ. 334 Jo 17, 6-8 Πλανηθέντων εἰς ἀθεσίαν τῶν πολλῶν παρεγένετο ὁ τοῦ θεοῦ υἱὸς εἰς θεογνωσίαν ἀνάγων τοὺς ἀνθρώπους διὰ τοῦ δοῦναι αὐτοῖς τὸν τῆς γνώσεως φωτισμόν. ἔστι μὲν οὖν τοῦ πατρὸς τὰ ὄντα, πλὴν οὐδὲν ἧττόν ἐστι τοῦ υἱοῦ διὰ τὸ ὁμοούσιον. ἀλλὰ καὶ δεδωκέναι λέγεται τῷ υἱῷ τὰ πάντα, δι' ὧν ὑπα κούσαντες τῷ υἱῷ προσάγονται δι'