1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

10

θεοπρεπὲς κράτος. 137Jo 11, 8 Πεῖραν λαβόντες οἱ μαθηταὶ τῆς τῶν Ἰουδαίων ὠμότητος ἐδειλίων ἀπελ θεῖν εἰς τὴν Ἰουδαίαν μὴ πάλιν τὰ αὐτὰ πάθωσιν. 138 Jo 11, 9-10 ∆ιδάσκει, ὅτι χρὴ ἀεὶ ἑκάστης ἡμέρας καὶ ὥρας εὐεργετεῖν τοὺς ἀνθρώ πους. ἔπειτα δὲ καὶ παραθαρσύνει αὐτοὺς ὡς οὐδὲν ὑποστήJoνται δεινὸν ἔχοντες μεθ' ἑαυτῶν τὸ φῶς τοῦ κόσμου, ἐν ᾧ οἱ περιπατοῦντες οὐ προσκόπτουσιν· οἱ γὰρ ἐν σκότει τῆς ἀγνοίας πορευόμενοι προσκόπτουσιν μὴ ἔχοντες τὸ φῶς τῆς ἀληθείας. 139 Jo 11, 11 Αὐτὸς ὡς θεὸς ἔλεγε περὶ τῆς κοιμήσεως τοῦ θανάτου, οἱ δὲ μαθηταὶ ὡς ἄνθρωποι ἐνόμιζον, ὅτι περὶ τοῦ σωματικοῦ διελέγετο αὐτοῖς ὕπνου. διὸ καὶ ὡς ἐπωφελὲς ἔλεγον τοῦτο. 140 Jo 11, 12 Τοῦτο εἶπον οἰόμενοι αὐτὸν περὶ σωματικοῦ λέγειν ὕπνου. 141 Jo 11, 14-15 Σαφῶς τὸν θάνατον εἰπὼν ἔχαιρεν εἰδώς, ὅτι ἡ κατάστασις τοῦ τεθνη κότος μεγάλως ἔμελλεν ὠφελῆσαι τοὺς μαθητὰς εἰς τὴν πίστιν· εἰ γὰρ ἦν ἐκεῖσε ἔτι ἀρρωστοῦντος αὐτοῦ, δυσωπηθεὶς ἰάσατο ἂν αὐτὸν καὶ οὐκ ἐποίει τὸ μέγα τῆς ἀναστάσεως θαῦμα. 142Jo 11, 16 Ταῦτα εἶπεν ὁ Θωμᾶς προσδοκῶν, ὅτι εὐθὺς ἀπελθόντας αὐτοὺς λιθο βολήJoυσι καὶ ἀποκτενοῦσιν. 143 Jo 11, 17-19 Ὅσῳ παρέτρεχεν ὁ μετὰ τὴν ταφὴν χρόνος, τοJoύτῳ θαυμασιωτέρα ἡ πρᾶξις τοῦ ἀνιστάντος. τῆς ἐγγύτητος δὲ τοῦ τόπου ἐμνήσθη, ἵνα δείξῃ, ὅτι πολλοὶ ἐκ τῶν Ἰουδαίων ἐξῄεσαν πρὸς τὸ παραμυθήσασθαι τὰς ἀδελφὰς Λα ζάρου. 144Jo 11, Ἔξεισι μὲν οὖν ἡ Μάρθα ἀκούσασα τὴν τοῦ κυρίου παρουσίαν οὐκ ἀνα κοινωσαμένη πρὸς τὴν ἀδελφὴν διὰ τὸ βούλεσθαι κεκρύφθαι τὴν παρουσίαν ἀπὸ τῶν παρόντων Ἰουδαίων ὡς ἂν ἐχθρῶν Χριστοῦ καὶ διωκόντων αὐτόν· ὀλιγοπιστίας δὲ ῥήματα φθέγγεται. 145 Jo 11, Ἐπιλησθεῖσα τοῦ πένθους ἔτρεχεν ἡ Μάρθα πρὸς τὸν κύριον, ἡ δὲ Μαρία τοῦτο ἀγνοοῦσα ἔμεινεν ἐν τῷ οἴκῳ. 146Jo 11, 21 Πεπεισμένη, ὅτι εἰ παρῆν ὁ κύριος, οὐκ ἂν ἀπέθανεν ὁ Λάζαρος, οὐδὲ πρὸς τὴν μέλλουσαν ἀμφέβαλλεν εὐεργεσίαν. 147 Jo 11, 24 Ἐπειδὴ ἀορίστως ἐπηγγείλατο μὴ προσθείς, ὅτι νῦν ἀναστήσεται Λάζαρος, εἰκότως οὕτως ἀνταπεκρίνατο ἡ Μάρθα ἐσχάτην ἡμέραν λέγουσα ἐν ᾗ ἡ καθόλου τῶν ἀνθρώπων ἀνάστασις γίνεται. 148 Jo 11, 25 Πᾶσι μὲν τοῖς πιστεύουσιν ἐπηγγείλατο ζωήν, μάλιστα δὲ περὶ τοῦ προ κειμένου ἐποιεῖτο τὸν λόγον. 149Jo 11, 25-26 Τοῦτό φησιν, ὅτι οἱ ὑποστάντες τὸν κοινὸν τοῦ σώματος θάνατον αὖθις ἐγερθήJoνται. πᾶς δὲ ὁ πιστεύων οὐχ ὑποστήσεται τὸν ὀλέθριον θάνατον τὸν τῆς ἀϊδίου βασάνου. 150 col1Jo 11, 25-27 ∆ιὰ τῆς ἀποκρίσεως τὸ δόκιμον τῆς προαιρέσεως ἀποδεῖξαι βούλεται ὁ Χριστὸς τῆς γυναικός. ἡ δὲ οὐ μόνον Χριστὸν καὶ υἱὸν θεοῦ ὡμο λόγει, ἀλλὰ καὶ εἰς τὸν κόσμον ἐρχόμενον, ἵνα δείξῃ, ὅτι οὐ μόνῳ τῷ Ἰσραήλ, ἀλλὰ παντὶ τῷ κόσμῳ ἀγα θὸν ἦλθεν ὁ Χριστός. οὐ μόνον δὲ Χριστὸν καὶ υἱὸν θεοῦ αὐτὸν ὡμολόγησεν, ἀλλ' ἤδη καὶ εἰς τὸν κόσμον ἐρχόμενον λέγει, ὅπως ἐκ τούτου δείξῃ, ὅτι οὐ τῷ Ἰσραὴλ μόνῳ διαφέρει, ὥσπερ τὸ πρίν, ἀλλὰ γὰρ παντὶ τῷ κόσμῳ κοινὸν ἀγαθὸν ὑπὸ τοῦ πατρὸς νῦν ἐξαπέσταλται. 151 Jo 11, 29 Ἰσόρροπον τῆς τοῦ ἀδελφοῦ λύπης λαβοῦσα χαρὰν ἡ Μαρία διὰ τοῦ ἀκοῦ σαι, ὅτι ἦλθεν ὁ ἸηJoῦς, πάντα ὑπερθεμένη ἔδραμε πρὸς αὐτόν, ὅπερ γνώ ρισμα ἦν τῆς πρὸς αὐτὸν πίστεως. 152Jo 11, 31-32 ∆ραμοῦσα ἡ Μαρία ὑπόνοιαν δέδωκε τοῖς Ἰουδαίοις, ὅτι ἐπὶ τὸ μνη μεῖον τρέχει, ἵνα κλαύσῃ ἐκεῖ. διὸ καὶ ἠκολούθησαν αὐτῇ. ἐκεῖ δὲ τὸν κύριον κατέλαβεν, ὅπου καὶ ἡ Μάρθα συνέτυχεν αὐτῷ. 153 Jo 11, 32 Ὡς ἀδελφικὸν ἔχουσα καὶ τὸ φρόνημα τοῖς αὐτοῖς ἐχρήσατο ῥήμασι σύν δρομον ἔχουσα τῇ ἀδελφῇ τὴν πίστιν τὴν περὶ τὸν διδάσκαλον καίπερ ἐν δια φόροις ὥραις συντυχοῦσαι τῷ κυρίῳ. 154Jo 11, 33 Ταράξας ἑαυτὸν καὶ τῇ προθυμίᾳ τοῦ πνεύματος παρεσκευασμένῃ τὴν δύναμιν εἰς τὸ προκείμενον μετ' ἐμβριμίας εἶπεν. 155Jo 11, 33 Τὸ δὲ ἐνεβριμήσατο τῷ πνεύματι σημειοῦται ὁ εὐαγγελιστὴς δηλῶν τὸ ἑκούσιον τῆς γνώμης. δάκρυον ἐξέχει γὰρ καὶ κάματον ὑπέμεινε σωματικὸν τὰ πάθη οὐκ ἀκουσίως ὑπομένων, ἀλλ' ἐπ' ἐξουσίας τῷ σώματι ἐπιτάττων· ἐπὶ γὰρ ἡμῶν τῶν