1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

108

ξυνειλημμένων καὶ ὅπως εἰρηναῖοι τὸ λοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας. καὶ δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο καὶ δὴ καὶ Σέργιον τὸν Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέλει. 9 οὕτω τε μόλις ἐπαύοντο λεηλατοῦντες καὶ τῆς οἴκαδε εἴχοντο πορείας, ἀνα λαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς Ἑλλάδος ἀφικομένους. 24. Τοῖς μὲν οὖν τῆς πόλεως τῆς βασιλίδος ἀστοῖς αἱ τοιαῦται ξυνθῆκαι ἀγεννεῖς εἶναι ἐδόκουν καὶ αἰσχραὶ καὶ ἀνελεύθεροι, εἴ γε ὥσπερ φορητὸν ὑπάρχον, ὅτι δὴ πλησιαίτατα τῆς πόλεως οἱ πολέμιοι ἀφιγ μένοι καὶ ἐγγελάσαντες οὐκ αὐτοῦ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ' ἔτι καὶ χρυσίον ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμε ληκότων. 2 ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα, ὅπερ οὐκ ἐς μακρὰν ἀποβὰν ἔπεισε τοὺς πρότερον νεμεσῶντας ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον· ἔγνω γὰρ χρῆναι μᾶλλον ἁπάσῃ μηχανῇ ξυγκρούεσθαι τὸ βάρβαρον ἐφ' ἑαυτὸ καὶ ἐκπολεμοῦσθαι. ὡς ἂν δὲ τοῦτο ξυμβαίη, αὐτίκα, ἕως οἱ ἀμφὶ Ζαβεργὰν μαλθακώτερον ἐπορεύοντο, ἔστελλε γράμμα παρὰ Σάνδιλχον τὸν ἕτερον ἡγεμόνα ἔνσπονδόν τέ οἱ ὄντα καὶ μισθοφόρον. 3 ἐδήλου δὲ τοιάδε ἄττα τὸ γράμμα· «Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων ἐφ' ἡμᾶς μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμάσαιμι ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοῦ μὴ τῆς σῆς γνώμης ὀρθότατα ἐστοχάσθαι, ἀλλὰ περὶ τὴν κρίσιν διαμαρτεῖν· εἰ δὲ οὔπω μεμαθηκώς, συγγνωστέον μέν, ἐπιδείξεις δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. 4 παραγεγόνασι γὰρ ἐνθάδε, οὐ τοῦτο μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅ τι μὴ ὡς ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρίστους παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς ἴσους τε καὶ ἀμφηρίστους τοῖς Οὐτιγούροις ἀποκαλέσοι, οὐδὲ εἰ μετρίῳ τινὶ ὑπερβάλλειν, μόλις δὲ εἴ γε σφόδρα πολλῷ. 5 καὶ τοίνυν οὐκ 196 ἀνῆκαν ἀνὰ τὴν Θρᾴκην ἀλώμενοι, πρὶν τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν' ἔτος ἕκαστον μισθοῦ χάριν δωρεῖσθαι εἰώθαμεν, αὐτοὶ ἐκομίσαντο. καίτοι ῥᾴδιον ἦν ἡμῖν ἢ ἄρδην ἅπαντας ἀποκτεῖναι ἤ, τὸ γοῦν ἔλαττον, ἀπράκτους σφᾶς ἀποπέμψασθαι· ἀφήκαμεν δὲ ὅμως ἑκάτερα τῆς σῆς πειρώμενοι δόξης. 6 εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος εἶ καὶ φρενήρης καὶ οἷος μὴ ἐπιτρέπειν τοῖς τὰ σὰ σφετεριζομένοις, οὐδὲ νῦν ἔλαττον ἕξεις. πάρεστι γάρ σοι ἐν καιρῷ τὸ δυσμενὲς ἀμύνασθαι καὶ τῇ μάχῃ κεκρατηκότι τοὺς οἰκείους μισθοὺς ἀπολαβεῖν, ὥσπερ δι' αὐτῶν σοι ἀπεσταλμένους. 7 εἰ δὲ καὶ τοιαῦτα πρὸς αὐτῶν ὑβρισμένος ἡσυχίαν ἄγειν ἐθέλεις, δεδιώς, οἶμαι, καὶ τὴν αἰσχίστην ἑλόμενος ἀπραγμοσύνην, σὺ μέν, ὦ γενναῖε, ἀπόμισθος ἔσῃ, ἐκείνοις δὲ τὰ παρ' ἡμῶν δεδωρήσθω. 8 καὶ τὸ λοιπὸν μέθες, εἰ δοκεῖ, τὸ φρόνημα καὶ τοῖς κρείττοσιν εἴκειν διδάσκου· εὖ γὰρ ἴσθι, ὦ φέριστε, ὡς καὶ τὰς ξυνθήκας μεταθετέον ἡμῖν ἐπ' αὐτούς, ἃς δὴ πρὸς σὲ καὶ τὸ σὸν ἐθέμεθα γένος. ἀνόητον γὰρ καὶ ἄλλως τοῖς ἡττωμένοις συναδοξεῖν, παρὸν τὸ κρατοῦν οἰκειώσασθαι.» 25. Ταῦτα ὁ Σάνδιλχος διὰ τῶν ἑρμηνέων ἀναλεξάμενος εὐθὺς ἐχαλέπαινε καὶ ἐλύττα καὶ κατέχειν οὐ μάλα οἶός τε ἦν τὴν ὀργήν, ἀλλ' αὐθημερὸν ἵετο τίσασθαι τοὺς Κοτριγούρους τῆς ἐς αὐτὸν παροινίας. πῶς δὲ οὐκ ἔμελλεν ῥᾳδίως τοῖσδε τοῖς ῥήμασι διαταραχθῆναι ψυχὴ βάρβαρος καὶ αὐθάδης καὶ ἀεὶ κερδῶν γλιχομένη; 2 τοιγάρτοι κινήσας τὸν οἰκεῖον στρατὸν πρῶτα μὲν ἐμβάλλει ἀθρόον τοῖς τῶν πολεμίων χωρίοις· καταπλήξας τε τοὺς αὐτοῦ μεμενηκότας τῷ ἀπροσδοκήτῳ γύναια πολλὰ καὶ παῖδας ἠνδραποδίσατο. ἔπειτα δὲ καὶ τοῖς ἐκ Θρᾴκης ἐπανερχομένοις ἄρτι τὸν Ἴστρον ποταμὸν διαπεραιωθεῖσιν ὑπαντιάζει ἐξαπιναίως· καὶ πολλοὺς ὅσους ἀποκτείνας τά τε