1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

35

φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. 4 τότε δὴ οὖν ὁ Μαρτῖνος ἔγνω καταλιπεῖν τὸ χωρίον, πρὶν τελεώτατα παρελθεῖν εἴσω τὸν Μερμερόην καὶ μέγα τι κακὸν τοὺς τῇδε Ῥωμαίους ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων καὶ μὴ οὐχὶ αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν κατα στρατηγηθέντες ὑπὸ τῶν βαρβάρων καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν ἠπείγοντο τοῖς ἄλλοις ἀναμιχθῆναι στρατεύμασιν. 5 ἐτύγ χανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινὶ στρατοπεδευό μενοι, οὐ πόρρω Τηλέφεως κειμένῳ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστη κότι. ἔστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα ἢ μόνον χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν τῷ χώρῳ ἐνθένδε εἰλῆφθαι· Ὀλλάρια γάρ, ὡς ἂν Λατῖνός τις φήσοι, ἐπωνόμασται· δύναται δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. 6 ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάν των καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων ἐβουλεύοντο ἅπαντες οἱ στρατηγοὶ ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαί τε ἐς παράταξιν καὶ διακωλύειν αὐτοὺς ἀνὰ τὰ πρόσω ἰόντας. 7 ἦν δέ τις τῶν ἐπισημοτά των ἐν τοῖς ταξιάρχοις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος καὶ ἤδη τὸ βαρ βαρικὸν τοῦ τρόπου, εἰ καὶ πάτριον ἦν, ἀποσκευασάμενος καὶ ἐς τὸ ἀστειό τατον μετακοσμήσας. 8 οὗτος δὴ οὖν ὁ Θεόδωρος ἅμα τῇ οἰκείᾳ δυ νάμει (εἵποντο γὰρ αὐτῷ οὐ μείους ἢ πεντακόσιοι ἄνδρες τῶν ὁμοφύλων) ἀμφὶ Τήλεφιν ἔτι ἐμεμενήκει, εἰρημένον αὐτῷ ὑπὸ Μαρτίνου μὴ πρότερον ἐνθένδε χωρῆσαι, πρὶν ἂν θεάσοιτο ἅπαντας τοὺς πολεμίους εἰσβεβλη κότας εἰκάσοι τε αὐτούς, ὡς ἔνεστιν, ὅσοι εἶεν, καὶ γνοίη ὅπως ἔχουσιν ὁρμῆς τε καὶ γνώμης. 21. Ὁ δὲ (ἦν γὰρ ἐς ἅπαντα δραστήριός τε καὶ θαρραλέος) καὶ δὴ κατὰ ταῦτα ἐποίει· καὶ εἶτα, ἐπειδὴ παρόντα εἶδε τὰ πλήθη τῶν Περσῶν ἐντὸς τοῦ φρουρίου ἔγνω τε αὐτοὺς οὐ μέχρι τοῦδε στησομένους, ἀλλὰ καὶ σφόδρα πολεμησείοντας, αὐτίκα ᾤχετο. 2 εὑρὼν δὲ κατὰ τὴν πορείαν πολλοὺς τῶν Ῥωμαίων οὐκ εὐθυδρομήσαντας ἐς τὰ Χυτροπώ 68 λια, ᾗπερ αὐτοῖς διετέτακτο, ἀλλ' ἐν οἰκήμασι Λαζικοῖς εἰσπηδήσαντας καὶ ἀφαιρουμένους ἔλυμόν τε καὶ ζειὰς καὶ ἄλλα ἄττα τῶν ἐδωδίμων, ἀπελαύνειν τε αὐτοὺς ἐπειρᾶτο καὶ κατεμέμφετο τῆς παρανοίας, ὡς οὐκ εἰδότας οὗπερ τυγχάνουσιν ὄντες κακοῦ. 3 ὅσοι μὲν οὖν ἦσαν αὐτῶν οὐ λίαν λίχνοι τε καὶ ἀκόλαστοι, οὗτοι δὲ μεταμαθόντες τὸ λῷον ξυνεί ποντό τε αὐτῷ καὶ βάδην ἀπεκομίζοντο. 4 πλὴν ἀλλ' οὐ γεγένηται χώρα τῷ Θεοδώρῳ σχολαίτερον διαγγεῖλαι τοῖς στρατηγοῖς τὴν ἐπήλυσιν τοῦ Μερμερόου. ἐνίων γὰρ ἔτι ἐκ τοῦ στρατοῦ τῇ ἁρπαγῇ ἐγκειμένων καὶ οὐκ ἀνιέντων ἐπιφοιτῶσιν ἀθρόον οἱ Πέρσαι· καὶ ὀλί γους μὲν αὐτῶν ἔκτεινον, οἱ δὲ ἄλλοι δρομαῖοι ἔφευγον, καὶ δὴ ἐξαπι ναίως ἐσπίπτουσιν ἀνὰ τὸ στρατόπεδον ξὺν οἰμωγῇ καὶ θορύβῳ, ὡς ἅπαντας ξυνταραχθῆναι τῷ αἰφνιδίῳ καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπαγωγὴν μετανίστασθαι. 5 οἱ δὲ στρατηγοί (οὔπω γὰρ αὐτοῖς ἐς φάλαγγα ὁ στρατὸς ἐτετάχατο) δεδιότες καὶ οἵ, μὴ σφίσιν οὐ παρ εσκευασμένοις ἐπισταῖεν οἱ βάρβαροι, περιεφρόνουν μὲν τὰ πρότερον δοκηθέντα, οὐκ εἶχον δὲ ὅ τι καὶ γένοιντο· οὔτε γὰρ βουλεύσασθαι αὐτοῖς περὶ τῶν παρόντων ὁ καιρὸς ἐνεδίδου καὶ τὸ ἤδη καταπεπλῆχθαι τὰς γνώμας. 6 εὐθὺς οὖν ἄραντες ἐκ τοῦ πεδίου καὶ ἅπαντα ἐπαγόμενοι τὰ στρατεύματα ᾤχοντο ἀγεννῶς καὶ ἀκόσμως καὶ οὐ πρότερον ἐπαύ σαντο θέοντες, πρὶν ἐς τὴν Νῆσον ἱκέσθαι. 7 ἄπεστι δὲ ἡ Νῆσος ἥδε Τηλέφεως πέντε μάλιστα παρασάγγαις. τοσαύτην ἄρα οἱ γενναῖοι αὐθημερὸν πορείαν διήνυσαν, ὠκύτατα πεφευγότες. ἔστι γὰρ ὁ παρα σάγγης, ὡς μὲν Ἡροδότῳ δοκεῖ καὶ Ξενοφῶντι, τριάκοντα στάδια, ὡς δὲ νῦν Ἴβηρες καὶ Πέρσαι φασίν, ἐν ἑνὶ μόνῳ τῶν εἴκοσι πλείονα. 8 Λαζοὶ δὲ οὕτω μὲν καὶ αὐτοὶ ὁμολογοῦσιν, οὐ μὴν τῷδε τῷ ὀνόματι