1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

75

Ῥωμαίοις καὶ τὸν πρότερον ἀνα νεούμενοι τρόπον. 12. Τούτων δὲ γεγενημένων τὰ μὲν τῶν Ῥωμαίων στρατόπεδα διεχείμαζεν ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια, ὥς πῃ ἑκάστῳ διετέτακτο. 2 ἐν τούτῳ δὲ ἄνδρες τῶν παρὰ Μισιμιανοῖς δυνατωτάτων ἐς Ἰβηρίαν παρὰ τὸν Ναχοραγὰν ἀφικόμενοι ἅπαντά οἱ διήγγειλαν τὰ ἐπὶ Σωτη ρίχῳ πρὸς αὐτῶν τετολμημένα, τὴν μὲν ἀληθεστάτην αἰτίαν ἠρέμα ὑποκρυπτόμενοι, λέγοντες δέ, ὡς ἐπειδὴ ἐκ πλείστου τὰ Περσῶν ἐτύγ χανον ᾑρημένοι, προπηλακίζεσθαι σφᾶς ὑπό τε Κόλχων αὐτῶν καὶ Ῥωμαίων καὶ ἐν τοῖς ἀτιμοτάτοις τετάχθαι, πέρας δὲ Σωτήριχον αὐτοῖς ἐπιστῆναι, λόγῳ μὲν ὡς δὴ χρυσίον τοῖς ξυμμάχοις διανεμοῦντα, ἔργῳ δὲ τὰ ἐπὶ λύμῃ τε καὶ καθαιρέσει τοῦ παντὸς γένους διαπραξόμενον. 3 «Παρὸν τοίνυν ἡμῖν» ἔφασαν οἱ πρέσβεις «ἢ ἄρδην ἀπολωλέναι ἢ προτερήσασι δόξαν μέν τινα ἴσως παρ' ἐνίοις ἀπενέγκασθαι προπετείας καὶ ὡς τοιοίδε κακίζεσθαι, βιοτεύειν δὲ ὅμως ἔτι κατ' ἐξουσίαν καὶ τὰ ἡμέτερα αὐτῶν ᾗ ἂν συνοίσειν δοκοίη διατιθέναι, εἱλόμεθα τὰ ἀμείνονα καὶ τοῦ ἀνθρωπείου μᾶλλον ἐχόμενα τρόπου, τῶν μὲν λοιδοριῶν καὶ κατηγορημάτων ὀλίγα φροντίσαντες, περὶ πλείστου δὲ ποιησάμενοι τὴν σωτηρίαν. 4 Σωτήριχόν τε γὰρ ἀπεκτείναμεν καὶ τοὺς ἅμα αὐτῷ ἐς τοῦτο ἐληλυθότας, ὡς ἂν ἐκείνους μὲν τισαίμεθα τῆς ἀδικίας, πίστιν δὲ εὐνοίας βεβαιοτάτην ἐνθένδε τοῖς Πέρσαις παρασχόμενοι εὐκλεέστερον προσχωρήσαιμεν. 5 ἐπεὶ δὲ τούτων τε ἁπάντων καὶ μάλιστα τοῦ μηδισμοῦ ἕνεκα οὐκ ἀνήσουσι χαλεπαίνοντες οἱ Ῥωμαῖοι, ἀλλὰ τάχιστα 138 ἡμῖν ἐπιπεσοῦνται καὶ ἅπαντας, τό γε ἐς αὐτοὺς ἧκον, διαφθεροῦσι, προσήκει δή σοι, ὦ στρατηγέ, δέχεσθαί τε ἡμᾶς εὐμενῶς καὶ ἐπαμύνειν τῆς τε χώρας πέρι ὡς οἰκείας τὸ λοιπὸν καὶ κατηκόου τὰ προσήκοντα διανοεῖσθαι καὶ μὴ περιϊδεῖν οἰχήσεσθαι κινδυνεῦον γένος οὐ σμικρὸν οὐδὲ ἄσημον, ἀλλὰ καὶ πλείστην ὅσην ὠφέλειαν τῇ Περσῶν ἐπικρατείᾳ προσφέρεσθαι ἱκανώτατον. 6 πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἂν καὶ καρτερώτατα ξυναγωνιζομένους, ἥ τε χώρα, ἐν ὑπερτέρῳ τῶν Κόλχων κειμένη, γενήσεται ὑμῖν ὁρμητήριον ἀσφαλὲς καὶ οἷον ἐπιτείχισμα κατὰ τῶν πολεμίων». 7 ταῦτα δὲ ἀκούσας ὁ Ναχοραγὰν προσίετό τε αὐτοὺς ἀσμενέστατα καὶ ἐπῄνει τῆς μετα στάσεως καὶ θαρροῦντας ἰέναι ἐκέλευσεν, ὡς τῆς Περσικῆς ἐπικουρίας ἐν δέοντι τευξομένους. οἱ μὲν οὖν πρέσβεις ἐς τὰ οἰκεῖα ἐπανελθόντες καὶ ἕκαστα διαγγείλαντες μεγίστων ἀνέπλησαν τὸ ἔθνος ἐλπίδων. 13. Τοῦ δὲ ἦρος ἀρχομένου αὐτίκα οἱ τῶν Ῥωμαίων στρατηγοὶ ἐς ταὐτό που ξυνελθόντες ἔγνωσαν κατὰ Μισιμιανῶν ἐπιστρατεύειν. 2 ἀλλὰ Βούζης μὲν καὶ Ἰουστῖνος ἀνὰ τὴν Νῆσον μένειν ἐτετάχατο φρουρήσοντες τὰ ἐνθάδε καὶ ἁπάντων ἐπιμελησόμενοι. ἐστέλλοντο δὲ ἐπὶ τὸν πόλεμον ἄνδρες ἐς τετρακισχιλίους, πεζοὶ ἅμα καὶ ἱππόται· ἐν τοῖς ἄλλοι τε ἦσαν τῶν γνωριμωτάτων ἄγαν καὶ Μαξέντιός τε καὶ Θεόδωρος, ὁ τῆς Τζανικῆς δυνάμεως πρωτοστάτης, ὥς μοι πολλάκις ἐρρήθη, ἄμφω πολεμικὼ καὶ ταξιάρχω. 3 καὶ οἱ μὲν εἴχοντο τῆς ἐξόδου· ἤμελλε δὲ αὐτοῖς οὐκ ἐς μακρὰν καὶ ὁ Μαρτῖνος ἐπιστήσεσθαι ὡς ἡγησό μενος. ὡς ἂν δὲ μηδὲ πρὸς βραχὺ γοῦν ἀστρατήγητοι εἶεν, ἄρχειν τῶν ὅλων ἐλαχέτην, ἕως ἔτι διὰ τῆς ὑπηκόου πορεύοιντο, Βαράζης τε ἀνὴρ Ἀρμένιος καὶ Κόλχος Φαρσάντης, οὔτε πόνων ἀρετῇ οὔτε τῇ ἄλλῃ ἀξιώσει ἁπάντων τῶν ξυστρατευομένων προήκοντες, μᾶλλον μὲν οὖν ἐνίων καὶ ἐλασσούμενοι. 4 ὁ μὲν γὰρ ἐν λοχαγοῖς ἐτέλει ὁ Βαράζης, ἅτερος δὲ τῶν μὲν ἐν τῇ αὐλῇ ταγμάτων τοῦ Λαζῶν βασιλέως ἡγεῖτο (μάγιστρος ὄνομα τῇ ἀρχῇ· νενόμισται γὰρ τοῦτο καὶ παρὰ τοῖς ταύτῃ βαρβάροις), οὐ μὴν ἐς τοσοῦτον φρονήματός τε αὐτῷ μετῆν καὶ παρ 139 ρησίας, ὡς καὶ στρατεύματι Ῥωμαϊκῷ θαρραλεώτερον ἐγκελεύεσθαι. 5 οὗτος δὴ οὖν ὁ στρατός, θέρους ἤδη ἐπιγιγνομένου, ἐς τὴν τῶν Ἀψι λίων ἵκοντο χώραν. βουλομένοις τε αὐτοῖς ἀνὰ τὰ πρόσω ἰέναι κώλυμα γέγονεν