1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

77

τῆς Νήσου ἐς τὴν Ῥοδόπολιν ἅμα δισχιλίοις ἱππόταις. ἥδε δὲ ἡ Ῥοδόπολίςἐστι μὲν πόλισμα Κολχικόν, ὑπὸ Περσῶν δὲ ὅμως ἐν τῷ τότε κατείχετο, ἑλόντος αὐτὴν πολλῷ ἔμπροσθεν χρόνῳ τοῦ Μερμερόου καὶ φρουρὰν Περσικὴν ἐγκαταστήσαντος. ταῦτα δὲ ὁποῖόν τινα κατείργαστο τρόπον, οὔ μοι εἰρήσεται, ὡς δὴ Προκοπίῳ τῷ ῥήτορι σαφῶς ἀναγεγραμμένα. 2 ἐνταῦθα δὴ οὖν τῷ Ἐλμινζοὺρ ἀφιγμένῳ αἰσία τις ξυνελάβετο τύχη. 141 ἐτύγχανον γὰρ οἵ τε τῶν Περσῶν φρουροί, οὕτω ξυνενεχθέν, ἐκτός που τοῦ ἄστεος διατρίβοντες καὶ τὸ πλῆθος τῶν οἰκητόρων ἄλλος ἄλλοθι διεσκεδασμένοι. 3 τοιγάρτοι ἀκονιτὶ παρελθὼν εἴσω καὶ τὴν πόλιν παραστησάμενος, ὁ δὲ καὶ τὴν περιοικίδα κατέδραμεν· καὶ ὅσην μὲν Περ σικὴν εὗρεν ἀπόμοιραν, τούτους δὲ πανωλεθρίᾳ διέφθειρε, τὸ δὲ ἰθαγενὲς ἅπαν καὶ ἐπιχώριον, ἐπειδὴ αὐτοὺς διέγνω τῷ ὀθνείῳ δέει μᾶλλον ἢ τῇ σφῶν ἀπιστίᾳ μηδίσαντας, ἐνοικεῖν αὖθις τῇ οἰκείᾳ ἐφῆκε πατρίδι, ὁμήρους τε λαβὼν ἐς τὸ πιστότερον καὶ ἕκαστα ἐν δέοντι κρατυνάμενος. οὕτω τε αὖθις ἡ Ῥοδόπολις ἐς τὰ πρότερα ἐπανῆκτο, στέργουσά τε τὰ πάτρια νόμιμα καὶ βασιλεῖ τῷ Ῥωμαίων ὑποκλινομένη. 4 τού του μὲν οὖν τοῦ θέρους οὐδέν τι ἄλλο ἐπράχθη ὁποῖον καὶ ἐς λόγου φέρεσθαι μνήμην. τοῦ δὲ χειμῶνος ἐπιλαβομένου οἱ μὲν Πέρσαι εὐθὺς μετανίσταντο καὶ ἐπανῄεσαν ἔς τε τὸ Κοτάϊσιν καὶ τὴν Ἰβηρίαν, ὡς δὴ ἐνταῦθα διαχειμάζειν βουλόμενοι, χαίρειν πολλὰ εἰπόντες τῇ πρὸς Μισιμιανοὺς ἐπικουρίᾳ· οὐ γὰρ ἔννομον αὐτοῖς οὐδὲ πάτριον κατ' ἐκεῖνο τοῦ καιροῦ ἐς ἐκδήμους στρατείας διαπονεῖσθαι. 5 οἱ δὲ Ῥω μαῖοι τῶν ἐφεδρευόντων ἀπαλλαγέντες καὶ δὴ τῆς προτέρας εἴχοντο αὖθις πορείας. γενομένοις δὲ αὐτοῖς ἀμφὶ τὸ φρούριον τὸ Τιβέλεος, οὕτω καλούμενον, ὃ δὴ τήν τε τῶν Μισιμιανῶν χώραν καὶ Ἀψιλίων διορίζει καὶ ἀποτέμνεται, ἐφίσταται ὁ Μαρτῖνος, ἐφ' ᾧ ἐς τὰ λοιπὰ ἡγεῖσθαι καὶ ἅπαν τὸ στράτευμα διατάττειν. ἀλλὰ νόσος τις αὐτῷ ἐνσκήψασα μοχθηρὰ παρείλετο καὶ ἀνέκοψε τὴν προθυμίαν. καὶ ὁ μὲν αὐτοῦ ἐμεμενή κει, ὡς ὀλίγῳ ὕστερον ἐπὶ τὴν Κολχίδα γῆν ἐπανήξων καὶ τὰ ἐκείνῃ πολίσματα. οἱ δὲ καὶ ὣς ἀνὰ τὰ πρόσω ἐχώρουν, ὑπὸ τοῖς προτέροις πάλιν ἀγόμενοι ἡγεμόσιν. 6 πρῶτα μὲν οὖν ᾠήθησαν χρῆναι ἀποπει ρᾶσθαι τῶν Μισιμιανῶν, εἴ που ἄρα ἐθελούσιοι ἐς τὸ σῶφρον μεταβάλοιεν καὶ τοὺς οἰκείους ἄρχοντας ἐπιγνόντες, μεταμελήσοι αὐτοῖς τότε γοῦν τῶν ἡμαρτημένων, καὶ σφᾶς τε αὐτοὺς τοῖς Ῥωμαίοις ἐγχειρίσαιεν καὶ τὰ χρήματα ὁπόσα τὸν Σωτήριχον ἀφείλοντο, ἀλλὰ καὶ ταῦτά γε ἀποδοῖεν. 7 καὶ τοίνυν ἐκ τοῦ Ἀψιλίων γένους λογίμους ἄνδρας, ὡς οἷόν τε ἦν, ἀπολεξάμενοι, στέλλουσιν ἐς ταῦτα πρεσβευσομένους. οἱ δὲ Μισιμιανοὶ τοσούτῳ ἐδέησαν τῆς ὠμότητος ὑφελεῖν καὶ τοῖς ἐπιγιγνο 142 μένοις τὸ τοῦ φθάσαντος ἄτοπον μετακοσμῆσαι, ὥστε ἀμέλει οἱ ἀθέ μιστοι καὶ ἐναγεῖς καὶ κακοδαίμονες καὶ ἅπαν ἄλλο ἄξιοι ἀκούειν, ὅ τι ἄν τις αὐτοὺς νεμεσῶν ἀποκαλέσοι, παρωσάμενοι καὶ ἐμπατήσαντες τὰ κοινὰ τῶν ἁπάντων ἀνθρώπων νόμιμα τοὺς πρέσβεις ἀθρόον ἀπέκτειναν, καὶ ταῦτα Ἀψιλίους γε ὄντας ὁμοδιαίτους καὶ ἀγχιτέρμονας καὶ ὧν μὲν ἐπεκάλουν ἐκεῖνοι Ῥωμαίοις τε καὶ Σωτηρίχῳ οὐπώποτε μετειληχότας, παραίνεσιν δὲ φιλίαν ἐς τὸ συνοῖσον ἄγουσαν οὐ ξὺν χαλεπότητι ἀπαγγείλαντας. 16. Οὕτως ἄρα ἐκ παρανοίας τὸ πρότερον καὶ ἀνοσίων ἔργων ἀρξάμενοι τῶν αὐτῶν εἴχοντο διὰ παντὸς ἐγχειρημάτων ἢ καὶ πολλῷ ἀνοσιωτέρων. καὶ γὰρ ἐγνωσμένον αὐτοῖς, ὡς οἱ Πέρσαι ἀπιόντες ᾤχοντο καὶ κατὰ τὸ ξυγκείμενον οὐκ ἐπαμυνοῦσιν, ἀλλὰ τῇ τῶν τόπων δυσχωρίᾳ πεποιθότες καὶ τῷ οὔποτε δυνήσεσθαι τοὺς Ῥωμαίους παραμείψασθαί τε αὐτὴν καὶ ὑπερβαλέσθαι, οἱ δὲ τὰ δεινότερα ἔδρασαν. 2 ἔστι γάρ τι ὄρος προβεβλημένον τῆς χώρας, αἰπὺ μὲν οὐ λίαν οὐδὲ ἐπὶ μέγα ἠρμένον, ἄναντες δὲ σφόδρα καὶ ὄρθιον καὶ πέτραις ἀποτόμοις ἑκατέρωθεν πεπυκνωμένον· βραχεῖα δὲ ὁδὸς ἐν μέσῳ καὶ ἀτριβὴς ὑποφαί νεται καὶ ὁποία μηδὲ ἑνὶ ἀνδρὶ ἀδεέστερον