1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

37

τοῦτον δὲ ἡγοῦνται τὸν ἄνθρωπον βέβηλον γεγονέναι τοὺς τρόπους καὶ τὴν ψυχὴν ἄδικον καὶ βαραθρώδη καὶ τῷ κακῷ δαίμονι ἀνειμένην. τότε δὴ οὖν καὶ μᾶλλον οἱ ἐπιτήδειοι τὸν κείμενον ὀλοφύρον ται, ὡς τελεώτατα τεθνηκότα καὶ οὐ μετὸν αὐτῷ τῆς κρείττονος μοίρας. 3 ὃς δὲ ἂν τάχιστα καταβρωθείη, μακαρίζουσι τῆς εὐδαιμονίας καὶ τὴν ψυχὴν ὑπεράγανται ὡς λίαν ἀρίστην καὶ θεοείκελον καὶ ἐς τὸν τοῦ ἀγα θοῦ χῶρον ἀναβησομένην. 4 οἱ δὲ πολλοὶ καὶ ἀσημότεροι εἴ που ἐν στρατοπέδῳ τύχοιεν νόσῳ τινὶ δυσκολωτάτῃ πεπιεσμένοι, ἔμπνοι ἔτι ἄγονται καὶ νηφάλιοι. ἐπειδὰν δέ τις οὕτως ἐκτεθείη, ἄρτου τρύφος αὐτῷ καὶ ὕδωρ καὶ βακτηρία ξυμπαράκειται· καὶ μέχρι μὲν οἷός τε εἴη τῆς ἐδωδῆς ἀπογεύεσθαι καί τι δυνάμεως αὐτῷ ὑπολείποιτο, ὁ δὲ ἀμύνεται ταύτῃ δὴ τῇ βακτηρίᾳ τὰ ἐπιόντα τῶν ζώων καὶ ἀποσοβεῖ τοὺς δαιτυ μόνας. 5 εἰ δὲ οὔπω μὲν πάμπαν διαφθαρείη, νικῴη δὲ ὅμως τὰ τῆς νόσου ὡς μηκέτι κινεῖσθαι τὼ χεῖρε, τότε δὴ τὸν δείλαιον ἡμιθνῆτα καὶ ἄρτι ψυχορραγεῖν ἀρχόμενον κατεσθίουσι καὶ προαφαιροῦνται τὴν 71 ἐλπίδα τοῦ ἴσως ἂν καὶ περιέσεσθαι. 6 πολλοὶ γὰρ ἤδη ἀναρρωσθέντες ἀπενόστησαν ἐς τὰ οἰκεῖα, καθάπερ ἐν σκηνῇ καὶ τραγῳδίᾳ ἐκ τῶν σκότου πυλῶν ἀφιγμένοι, ἰσχνοί τινες καὶ ἐνερόχρωτες καὶ οἷοι δεδίτ τεσθαι τοὺς ἐντυγχάνοντας. 7 εἰ δέ τις οὕτως ἐπανήξει, ἐκτρέπονταί γε αὐτὸν ἅπαντες καὶ ἀποφεύγουσιν ὡς ἐναγέστατον καὶ ὑπὸ τοὺς χθο νίους ἔτι τελοῦντα, καὶ οὐ πρότερόν οἱ ἐφεῖται τῶν ξυνήθων μεταλαχεῖν διαιτημάτων, πρὶν ὑπὸ τῶν μάγων ἀποκαθαρθείη τὸ μίασμα δῆθεν τοῦ ἐλπισθέντος θανάτου καὶ οἷον ἀνταπολάβοι τὸ αὖθις βιῶναι. 8 καὶ εὔδηλον μὲν ὅτι δὴ τῶν ἀνθρωπείων ἐθνῶν ὡς ἕκαστοι, εἴ γε ὅτῳ δὴ οὖν νόμῳ ἐκ πλείστου νενικηκότι ἐμβιοτεύσαιεν, τοῦτον δὲ ἄριστον ἡγοῦνται καὶ θεσπέσιον, καὶ εἴ που τι παρ' ἐκεῖνον πράττοιτο, φευκτόν τε αὐτοῖς εἶναι δοκεῖ καὶ καταγέλαστον καὶ ὁποῖον ἤδη καὶ ἀπιστεῖσθαι. ἐξεύρηνται δὲ ὅμως αἰτίαι τοῖς ἀνθρώποις καὶ λόγοι τῶν οἰκείων πέρι νομίμων ἄλλοθι ἄλλοι, τυχὸν μὲν ἀληθεῖς, τυχὸν δὲ καὶ ἐς τὸ πιθανώτερον ἐσκευασ μένοι. 9 καὶ οὐδὲν οἶμαι θαυμαστόν, εἰ καὶ Πέρσαι τὰ παρὰ σφίσιν αὐτοῖς ἔθη αἰτιολογοῦντες ἀμείνονα πειρῶνται τῶν ἑκασταχοῦ ἀποφαί νειν· ἐκεῖνο δὲ καὶ λίαν θαυμάσαιμι ἄν, ὅτι δὴ οἱ παλαίτατοι τῆς χώρας οἰκήτορες, εἶεν δ' ἂν οὗτοι Ἀσσύριοί τε καὶ Χαλδαῖοι καὶ Μῆδοι, ἀλλ' ἐκείνοις γε οὐ ταὐτὰ ἐδόκει. 10 καὶ γὰρ ἀμφὶ Νῖνον τὴν πόλιν καὶ ἀνὰ τὴν Βαβυλωνίαν χώραν καὶ πρός γε ἐν τῇ Μηδικῇ τύμβοι τε καὶ θῆκαι τῶν πάλαι τεθνεώτων ἵδρυντο, οὐκ ἄλλον τινὰ ἢ τὸν ἡμέτερον ἀποσώ ζουσαι τρόπον, καὶ εἴτε σώματα εἴτε κόνις ἦν τὸ κρυπτόμενον, ὡς δὴ ἐκείνων κατὰ τὸν παρ' Ἕλλησι νόμον πυρποληθέντων, οὐδαμῶς ὅμοιά γε ταῦτα τοῖς νῦν γιγνομένοις ἐτύγχανον ὄντα. 24. Οὔκουν ἐκεῖνοί γε ὧδε ἐγίγνωσκον οὔτε περὶ τὰς ταφάς, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ἐς τὴν τῆς εὐνῆς παρανομίαν ὁποῖα οἱ νῦν ἀκολασταίνου σιν, οὐ μόνον ἀδελφαῖς τε καὶ ἀδελφιδαῖς ἀνέδην μιγνύμενοι, ἀλλὰ πατέρες τε θυγατράσι καὶ τὸ δὴ πάντων ἀνοσιώτερον, ὦ νόμοι γε καὶ φύσις, υἱοὶ ταῖς τεκούσαις. ὅτι γὰρ αὐτοῖς καὶ τοῦτο κεκαινοτόμηται, ἐκεῖθεν ἄν τις σαφέστατα διαγνοίη. 2 λέγεται γάρ ποτε Σεμίραμιν τὴν πάνυ τὴν 72 Ἀσσυρίαν εἰς τοῦτο ἀκρασίας ἠγμένην, ὡς Νινύᾳ τῷ παιδὶ ἐθελῆσαι ξυνελθεῖν ἐς ταὐτὸ καὶ ἤδη πειρᾶν τὸν νεανίαν. 3 τὸν δὲ ἀπανήνασθαι καὶ χαλεπῆναι καὶ τελευτῶντα, ἐπειδὴ αὐτὴν ἑώρα σφαδάζουσαν καὶ ἐγκειμένην, ἀποκτεῖναί τε τὴν μητέρα καὶ τόδε τὸ ἄγος ἀντ' ἐκείνου ἑλέσθαι. καίτοι εἰ νόμῳ ταῦτα ἐφεῖτο, οὐκ ἄν, οἶμαι, ὁ Νινύας ἐς τόδε ὠμότητος ᾔει. 4 καὶ τί δεῖ τὰ λίαν παλαίτατα λέγειν; ὀλίγῳ γὰρ ἔμ προσθεν τῶν Μακεδονικῶν καὶ τῆς τῶν Περσῶν καταλύσεως Ἀρταξέρξην φασὶ τὸν ∆αρείου Παρυσάτιδος τῆς μητρὸς παραπλήσια τῇ Σεμιράμιδι παθούσης καὶ ξυγγενέσθαι οἱ ἱεμένης ἀποκτεῖναι μὲν αὐτὴν ἥκιστα, ἐκκλῖναι δὲ ὅμως ξὺν ὀργῇ καὶ ἀποσείσασθαι, ὡς οὐχ ὅσιον ὂν τοῦτό