1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

41

διαλόγων, ὁποῖος, οἶμαι, ὁ Παρμενίδης. 3 ἐγὼ δὲ οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων καὶ ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσο τάτῃ ἀποσωθῆναι; 4 πῶς δὲ ἂν ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγανωμένος δίαιτάν τε λαχὼν ἐς ὅ τι βαρβαρικωτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἤμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; 5 εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ, ὁ δὲ ἐφίετο γοῦν ὅμως ἁμῆ γέ πῃ ἀπογεύεσθαι λόγων καὶ τῇ περὶ ταῦτα γάνυσθαι δόξῃ, ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. 6 ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονον 78 ουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγιγνώσκειν, ὁποῖον τὸν ἄγαν πεπαιδευμένον οἱ ἐκ τοῦ περιπάτου ὁρίζονται, οἱ δὴ οὖν ταῦτα οἰόμενοι ἐκείνῃ ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ. 29. Ἀνὴρ γάρ τις Σύρος τὸ γένος, Οὐράνιος ὄνομα, κατὰ τὴν βασιλέως πόλιν ἠλᾶτο, τέχνην μὲν ἐπαγγελλόμενος τὴν ἰατρικὴν μετ ιέναι, τῶν δὲ Ἀριστοτέλους δογμάτων οὐδὲν μὲν ἐς τὸ ἀκριβὲς ἐγί γνωσκεν, ἐκομψεύετο δὲ ὡς πλεῖστα εἰδέναι, βρενθυόμενος τῷ δύσερις εἶναι παρὰ τοὺς ξυλλόγους. 2 πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς καὶ ἐν τοῖς τῶν βιβλίων ἥμενος πωλητηρίοις διεπληκτίζετο καὶ ἐμεγαληγόρει πρὸς τοὺς αὐτόθι ἀγειρομένους καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια τοῦ κρείττονος πέρι ἀνακυκλοῦντας, ὁποῖον δή τι αὐτοῖς ἥ τε φύσις ἐστὶ καὶ ἡ οὐσία, καὶ τὸ παθητὸν καὶ τὸ ἀξύγχυτον καὶ ἄλλα τοιάδε. 3 τούτων μὲν οὖν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ, οἶμαι, φοιτήσαν τες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι, ἔπειτα ῥᾴδιόν τι ἡγοῦνται καὶ προχειρότατον, ὑπερβάθμιον, τὸ λεγόμενον, πόδα τείνειν καὶ θεολογίας ἐφάπτεσθαι, πράγματος οὕτω μακαρίου τε καὶ ἀνεφίκτου καὶ μείζονος ἢ κατ' ἀνθρώπους καὶ μόνῳ τῷ ἀγνοεῖσθαι θαυμαζομένου. 4 τοιγάρτοι τὰ πολλὰ περὶ δείλην ὀψίαν ἀπὸ κραιπάλης, ὡς τὸ εἰκός, καὶ ἀκολασίας ξυναλιζόμενοι, οὕτω δὴ ἐκ τοῦ παρείκοντος ἐκείνων τῶν ὑπερτέρων ἀπάρχονται λόγων καὶ ζητήσεως θεσπεσίας ἀεί τε περὶ ταὐτὰ στενολεσχοῦντες οὔτε πείθονται ὑπὸ σφῶν οὔτε ἄλλως μετα μανθάνουσι τὰ προεγνωσμένα, ὁποῖα ἄττα καὶ τύχοιεν ὄντα. 5 ἔχονται δὲ διὰ παντὸς τῶν αὐτῶν οἱ αὐτοὶ καὶ τελευτῶντες τῆς φιλονεικίας χαλεπαίνουσι κατ' ἀλλήλων καὶ ἀναφανδὸν διαλοιδοροῦνται, φωνὰς ἀσχήμονας ἀφιέντες, ὥσπερ ἐν κύβοις διαμαχόμενοι. οὕτω τε λύεται αὐτοῖς ὁ ἀγών, καὶ μόλις ἀπαλλάττονται, ὀνήσαντες μὲν οὐδ' ὁπωστιοῦν ἢ ὀνηθέντες, ἔχθιστοι δὲ ἀντὶ φίλων γεγενημένοι. 6 ἐν τούτοις δὲ τὰ 79 πρῶτα λαχὼν ὁ Οὐράνιος, ὥσπερ ὁ παρ' Ὁμήρῳ Θερσίτης, ἐκολῴα καὶ μακρηγορῶν οὐκ ἀνίει. καίτοι οὐδὲν αὐτῷ περὶ θεοῦ βεβαίως ἐδόκει, οὐδὲ ἠπίστατο, ὅπως χρὴ ἐν τούτοις ἀντιφέρεσθαι τὰ εἰκότα· ὅμως νῦν μὲν τῇ πρώτῃ θέσει τῶν πεύσεων ἐναντιούμενος, νῦν δὲ πρὶν ἀποκρί νασθαι ἀντερωτῶν τὰς αἰτίας τῶν προβλημάτων, οὐ ξυνεχώρει ἐν κόσμῳ ἰέναι τὸν λόγον, ἀλλὰ διετάραττε τὸ σαφὲς καὶ τὴν εὕρεσιν ἀνεσόβει. 7 ἠβούλετο μὲν γὰρ τὴν ἐφεκτικὴν καλουμένην ζηλοῦν ἐμπειρίαν κατά τε Πύρρωνα καὶ Σέξτον τὰς ἀποκρίσεις ποιεῖσθαι καὶ τέλος ἔχειν τὴν ἀταραξίαν τῷ μηδὲν ὁτιοῦν οἴεσθαι ληπτὸν καθεστάναι· πλὴν ἀλλ' οὐδὲ ταῦτα ἀποχρώντως ἐμεμαθήκει ἢ ὅσον ἀπομάξασθαι σποράδην καὶ ἐλάχιστόν τι θηρᾶσαι καὶ τοὺς οὐδαμῶς παιδείας μετειλη χότας ἐξαπατᾶν δύνασθαι καὶ παράγειν. 8 ὢν δὲ ἄρα ἐν λόγοις ἀμα θής, ἀλλὰ ἀμαθέστερός γε ὑπῆρχε τὸν βίον. ἐς γὰρ τὰ