1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

63

πόλεμον ᾔει, πρᾶγμα οὕτω ἀφανές τε καὶ ἀδηλότατον καὶ πολλὰς ἐπιδεχόμενον ἐφ' ἑκά τερα ῥοπὰς καὶ μεταβάσεις μάλιστά τε πάντων θείας τινὸς καὶ ὑπερτέ ρας ἀνάγκης ἀπηρτημένον, ὅσῳ καὶ σμικρὸν οὐδὲν ἐν αὐτῷ γίγνεται, ἀλλ' ἔθνη τε ἀνθρώπων μυρία καὶ πόλεις συχναὶ καὶ πολιτεία ξύμπασα, οὕτω παρασχόν, ἀνακινεῖται καὶ διαταράττεται καὶ τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας σαλεύει. 6 ὁ δὲ ἐς τοσοῦτον ἐπῆρτο ἀλαζονείας, ὡς καὶ τοῖς 116 ἐργοπόνοις καὶ ὑπηρέταις, οἳ δὴ ἀνὰ τὴν ὕλην σκεδαννύμενοι τὰ δένδρα κατέτεμνον, τυχὸν μὲν ξυλείας ἕνεκα, τυχὸν δὲ καὶ ἐπισκευῆς τῶν πολε μικῶν μηχανημάτων, τούτοις δὴ οὖν ἅπασιν ἐκέλευεν, ἐπειδὰν καπνὸν ἀρθέντα θεάσαιντο, τοὺς δὲ γιγνώσκειν, ὡς πῦρ ἤδη τῷ τῶν Ῥωμαίων περιβόλῳ εἴη ἐμβεβλημένον, καὶ μεθεῖναι μὲν τὰ ἐν χερσὶν ἔργα, δρομαίους δὲ ὡς αὐτὸν ἥκειν καὶ ξυνεπιβάλλειν τὴν φλόγα, ὡς ἂν ῥᾳδίως ἅπαντα πυρποληθείη. καὶ ὁ μὲν τοιαῦτα ἐφ' ἑαυτῷ βρενθυόμενος εἴχετο τῆς ἐφόδου. 7 Ἰουστῖνον δὲ τὸν Γερμανοῦ (οὐ γὰρ ᾤετο ἐν τῷ τότε τὸν Ναχοραγὰν παρέσεσθαι) ἔννοιά τις θεόθεν, οἶμαι, εἰσῆλθε πρός τινα νεὼν τῶν παρὰ Χριστιανοῖς σεμνοτάτων, οὐ πόρρω τῆς πόλεως ἀφεστηκότα, παραγενέσθαι ὡς τάχιστα καὶ ἐπιθειάσαι. 8 καὶ τοίνυν ἀπολεξάμενος ἐκ τῆς Μαρτίνου καὶ τῆς οἰκείας δυνάμεως ὅ τι καρτερόν τε καὶ μαχιμώ τατον, καὶ πεντάκις χιλίους ἱππότας ἀγείρας ἅπαντάς τε ὡς ἐς πόλεμον ἄριστα ἐξοπλίσας, ὁ δὲ ξὺν ἐκείνοις ἀπήλαυνε, τῶν τε σημείων οἱ ἑπο μένων καὶ τῆς ἄλλης στρατηγικῆς εὐκοσμίας. 9 οὕτω δὲ ξυνενεχθὲν οὔτε οἱ Πέρσαι κατεῖδον τούτους πορευομένους, οὐ μὲν οὖν οὐδὲ οἱ ἀμφὶ Ἰουστῖνον ἐκείνους ἐπιφοιτῶντας. ἀλλ' ἑτέρωθεν γὰρ ἀφιγμένοι ἀθρόον τῷ περιβόλῳ προσέβαλον πλείονί τε ἢ πρότερον τοξείᾳ ἐχρῶντο, ὡς οὕτω δὴ καὶ μᾶλλον τοὺς Ῥωμαίους ἐκπλήξοντες καὶ τάχιστα τὴν πόλιν ἀναρπασόμενοι. 25. Τοιγάρτοι βέλη ἐφέρετο ἅμα συχνὰ καὶ εἶτα ἕτερα καὶ ἄλλα ἐπὶ τούτοις· ἅπαντά τε τὸν μεταξὺ ἀέρα ἐπεκάλυπτον τῇ συνεχείᾳ, ὥσπερ ἀλλήλοις ξυμπεφυκότα. εἴκασεν ἄν τις τὸ χρῆμα νιφετῷ μεγάλῳ ἢ χαλάζῃ πολλῇ ξὺν βιαίῳ πνεύματι καταρραγείσῃ. 2 ἄλλοι δὲ τάς τε μηχανὰς ἐκίνουν καὶ βέλη πυρφόρα ἠκόντιζον ἔς τε τοὺς καλουμένους σπαλίωνας ὑπεισδυόμενοι πελέκεσι κατὰ τοῦ τείχους ἐπεφέροντο, ὡς ξύλινόν τε ὂν καὶ ταύτῃ ῥᾳδίως διατεμνόμενον. οἱ δὲ τὸ δάπεδον διορύτ τειν ἐπειρῶντο καὶ τῆς πρώτης βάσεως ἐφικνεῖσθαι οὕτω τε ἀνατρέπειν καὶ διασπαράττειν τὸ ξυμπεπηγὸς καὶ ἐνηρμοσμένον. 3 ἀλλὰ γὰρ καὶ οἱ Ῥωμαῖοι, ἔς τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις ἑστῶτες, ἀντεῖχον 117 ξὺν προθυμίᾳ καὶ ἀπεμάχοντο, ὥσπερ τῇ πείρᾳ δεικνύναι βουλόμενοι τὸ μὴ χρῆναι αὐτοῖς ἑτέραν δύναμιν προσγενέσθαι. 4 ἥ τε τοῦ Μαρτί νου ἀπάτη ἐν αὐτῷ δὴ τῷ ἔργῳ διεφάνη, ὡς χρήσιμός τε ἦν καὶ ἐνεργο τάτη. ἅπαντες γὰρ ἀφειδῶς διεπονοῦντο, οὐδένα ὅντινα τρόπον ἀμυντή ριον μεθιέντες. 5 δόρατα μὲν γὰρ πολλὰ ἐκ τοῦ μετεώρου ἀκοντιζό μενα τοὺς πολεμίους ἐτίτρωσκεν, ἅτε δὴ πλήθει γυμνῷ ἐρυμάτων προσ πίπτοντα καὶ οὐδὲ ἐνὸν ἑτέρωθι φέρεσθαι. λίθοι δὲ ἁμαξιαῖοι κατὰ τῶν σπαλιώνων ἐρρίπτοντο, τὰ πλέγματα καταγνύντες, μείονές τε ἄλλοι διασφενδονώμενοι τὰ κράνη τῶν Μήδων καὶ τὰς ἀσπίδας κατέθραυον πελάζειν τε αὐτοῖς ἐν χρῷ τῷ τείχει οὐ μάλα ἐφίεσαν, βιαιότερον ἐνοχ λοῦντες. 6 τῶν δὲ ταῖς ἀκάτοις, ᾗπέρ μοι ἤδη ἐρρήθη, ἐφεστηκότων οἱ μὲν τόξοις χρώμενοι πλείστους ἐσίνοντο, ἅτε ἄνωθεν βάλλοντες, οἱ δὲ τῶν μηχανῶν δαημονέστατα ἥπτοντο, τά τε ὑπόπτερα ἐκεῖνα τὰ καὶ ἐς τοῦτο ἐσκευασμένα δοράτια, πολλῇ ξὺν ἀνάγκῃ ἐκτινασσόμενα, ἐπὶ πλεῖστον ἐφέρετο, ὡς καὶ πολλοὺς τῶν βαρβάρων πόρρωθεν ἔτι ἐπερ χομένους ἐκ τοῦ ἀφανοῦς αὐτοῖς ἵπποις διαπερονᾶσθαι καὶ καταπίπτειν ἐξαπιναίως. 7 βοή τε ἐπὶ μέγα ἐπῆρτο καὶ σάλπιγγες ἑκατέρωθεν πολεμιστήριόν τι μέλος ἐπῇδον. οἱ δὲ Πέρσαι καὶ τοῖς τυμπάνοις ἐβόμ βουν καὶ