1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

24

ἔνδον ἐνεχόμεναι τῇ σαρκὶ καὶ πικροτέρας ἐπάγουσαι τὰς ὀδύνας, ὥστε εἰ καὶ μὴ καιρίαν τὸν πολέμιον τρωθῆναι ξυνενεχθείη, ἀλλὰ ταύτῃ γε διαφθαρῆναι. 7 εἰ δέ γε ἐς ἀσπίδα παγείη, ἀποκρέμαται μὲν αὐτίκα ἐξ αὐτῆς καὶ ξυμπεριάγε ται, συρομένου ἐν τῷ ἐδάφει τοῦ ἀπολήγοντος· ὁ δὲ βληθεὶς οὔτε ἐξελκύ σαι τοῦτο δὴ δύναται τὸ δόρυ διὰ τὴν εἴσδυσιν τῶν ἀκίδων οὔτε ξίφει διατεμεῖν τῷ μὴ ἐφικνεῖσθαι τοῦ ξύλου, ἀλλὰ τὸν σίδηρον παρατετάσθαι. 8 ἐπειδὰν δὲ τοῦτο ἐσίδοι ὁ Φράγγος, ὁ δὲ ἀθρόον ἐπιβὰς τῷ ποδὶ καὶ ἐμπατήσας τὸν σαυρωτῆρα καταβρίθει τὴν ἀσπίδα καὶ κατάγει, ὡς ὑποχαλάσαι τὴν τοῦ φέροντος χεῖρα καὶ γυμνωθῆναι τὴν κεφαλὴν καὶ τὸ στέρνον. τότε δὴ οὖν αὐτὸν ἄφρακτον ἐκεῖνος ἑλὼν ῥᾳδίως ἀπόλλυσιν ἢ τὸ μέτωπον πελέκει πατάξας ἢ δόρατι ἑτέρῳ τὴν φάρυγγα διελάσας. 9 τοιαύτη μὲν τοῖς Φράγγοις ἡ ὅπλισις καὶ ἐν τοῖσδε τὰ ἐς τὸν πόλεμον παρεσκευάζοντο. 6. Ναρσῆς δὲ ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐπειδὴ ταῦτα ἐγνώκει, αὐτίκα ὅ γε ἅπαντι τῷ στρατῷ ἄρας ἐκ τῆς Ῥώμης στρατοπεδεύεται οὐ πόρρω τῶν πολεμίων, ἀλλ' ὅσον πατάγου τε ἀκούειν καὶ διορᾶν τὸ χαράκωμα. 2 οὕτω δὲ τῶν στρατευμάτων ἀλλήλοις ἀναφανέντων πολλὴ μὲν ἑκατέρωθεν ὑπῆρχε παράταξις, πολλαὶ δὲ φρουραὶ καὶ ἀγρυπνίαι καὶ τῶν στρατηγῶν ἀνὰ τὰ πλήθη περινοστήσεις· ἐλπὶς δὲ καὶ δέος καὶ παλιμβολία καὶ ὅσα τοῖς περὶ μεγάλων ἀγωνιουμένοις παράλογα ἐγγίγνεται πάθη, ἄλλοτε ἄλλοις ἐπεφοίτα. τὰ δὲ τῆς Ἰταλίας πολίσματα μετέωρα ἦν ἅπαντα καὶ δεδονημένα, ἐφ' οὓς ἂν καὶ χωρήσοιεν ἀμφιγνοοῦντα. 3 ἐν τούτῳ δὲ οἱ Φράγγοι τὰς ἐχομένας κώμας δῃοῦντες τὰ ἐπιτήδεια σφίσιν ἀναφανδὸν διεκόμιζον. Ναρσῆς δὲ τοῦτο ἰδὼν αἶσχος οἰκεῖον ἡγεῖτο καὶ ἐχαλέπαινεν, εἴ γε ἐξείη τοῖς τῶν δυσμενῶν ἀχθοφόροις οὕτω δή τι ἀνειμένους ἐγγύτατα διαπορεύεσθαι, ὥσπερ οὐδὲν ὅτι ἀντίπαλον θεωμένοις. ἐδόκει οὖν αὐτῷ οὐκ ἐπιτρεπτέα τὸ λοι πόν, ἀλλὰ παντὶ σθένει διακωλυτέον. 4 Χαναράγγης δέ τις ἀνὴρ 48 Ἀρμένιος ἐνηρίθμητο μὲν τοῖς Ῥωμαϊκοῖς ταξιάρχοις, ἀνδρειότατος δὲ ἦν ἐς τὰ μάλιστα καὶ φρενήρης καὶ ἐν δέοντι φιλοκίνδυνος. τούτῳ δὴ οὖν τῷ Χαναράγγῃ (ἵδρυτο γὰρ ἀμφὶ τὸ τέρμα τοῦ στρατοπέδου πλησιαίτατα τῶν πολεμίων ἐσκηνημένος) παρακελεύεται ὁ Ναρσῆς ἐπιέναι τοῖς ἁμαξελάταις καὶ σίνεσθαι αὐτοὺς καθ' ὅ τι ἂν δύναιτο, ὡς ἂν μηκέτι χιλὸν διακομίζειν τολμῷεν. 5 καὶ ὃς ἀθρόον ἐξιππεύσας ἅμα ὀλίγοις τοῦ ἀμφ' αὐτὸν τάγματος τὰς μὲν ἄλλας ἁμάξας ἀφαιρεῖται καὶ τοὺς ἄγοντας κτείνει· μίαν δέ τινα αὐτῶν χόρτῳ σεσαγμένην ἀγρίῳ τε καὶ γεγηρακότι προσάγει τῷ πύργῳ, ὃν δὴ ἐπὶ τῆς γεφύρας οἱ Φράγγοι ἐτύγχανον ἐξειργασμένοι, ᾗπέρ μοι εἴρηται πρότερον. 6 καὶ οὖν ἐνταῦθα προσπελάσας τὴν ἅμαξαν πῦρ ἐμβάλλει τῷ χόρτῳ, μεγίστης δὲ φλογὸς ἐξαπιναίως ἀρθείσης ῥᾳδίως ἅπασα ἡ τύρσις ἐνεπίμπρατο, ἅτε δὴ ξύλοις ἐσκευασμένη. οἱ δὲ ἄνδρες τῶν βαρβάρων ὁπόσοι ἐπὶ φρουρᾷ ἐτετάχατο, ἐπειδὴ ἀμύνεσθαι οὐκ ἠδύναντο, ἀλλ' ἤδη που καὶ αὐτοὶ πυρπολεῖσθαι ἤμελλον, ἔγνωσαν μεθεῖναι τὸ χωρίον, καὶ οἱ μὲν μόλις ἐνθένδε διεκπεσόντες ἐπὶ τὸ σφῶν στρατόπεδον καταφεύγουσιν, οἱ δὲ Ῥωμαῖοι τῆς γεφύρας ἐγκρατεῖς ἐγεγένηντο. 7 Τούτων δὲ οὕτω ξυνενεχ θέντων αὐτίκα οἱ Φράγγοι ταραχῆς, ὡς τὸ εἰκός, ἀνεπίμπλαντο, καὶ πρὸς τὰ ὅπλα ἐχώρουν, σφαδάζοντες τῷ θυμῷ καὶ λυττῶντες, κατέχειν τε ἐν ἑαυτοῖς τὰ φρονήματα οὐκ ἠδύναντο, ἀλλὰ τολμητίαι γε ἦσαν πέρα τοῦ μετρίου καὶ θαρραλέοι, ὡς μηκέτι ἠρεμεῖν ἐθέλειν μηδὲ διαμέλ λειν, ἀλλ' αὐθημερὸν παρατάττεσθαι, καὶ ταῦτα προειρημένον αὐτοῖς ὑπὸ τῶν Ἀλαμανικῶν μάντεων μὴ δεῖν ἐκείνης τῆς ἡμέρας διαμάχεσθαι ἢ γιγνώσκειν ὡς ἄρδην ἅπαντες ἀπολοῦνται. 8 οἶμαι μὲν οὖν εἰ καὶ τῇ ὑστεραίᾳ ἢ καὶ καθ' ἑτέραν ἡ ξυμβολὴ ἐγεγόνει, πάντως ἂν τοῦτο ἐκεῖνο ἐπεπόνθεσαν, ὅπερ καὶ ἐν τῷ τότε ἀπέβη. οὐ γὰρ δή που ἡ τῆς ἡμέρας ἐναλλαγὴ ἀπέχρησεν ἂν αὐτοῖς ἐς τὸ μὴ οὐχὶ ποινὰς ἀποτῖσαι ὧν ἐτύγχανον