1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

39

Βαβυλώνιος ἀφῄρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόντες τὸν βασιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθνος, ἕξ τε καὶ τριακοσίων ἤδη πρὸς τοῖς χιλίοις ἢ καὶ ὀλίγῳ πλειόνων ἐτῶν παρῳχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νῖνος τῶν ἐκείνῃ κατέσχε πραγμάτων. οὕτω γὰρ Κτησίᾳ τῷ Κνιδίῳ τοὺς χρόνους ἀναγραψαμένῳ καὶ ∆ιόδωρος ξύμφησιν ὁ Σικελιώτης. 6 Μῆδοι τοίνυν αὖθις ἐκράτουν, καὶ ἅπαντα τοῖς ἐκείνων ἐτάττετο νόμοις. ἔτη δὲ καὶ τούτων ἐν τῇ ἀρχῇ διανυσάντων οὐ μεῖον ἢ τριακόσια Κῦρος ὁ Καμβύσου τὸν Ἀστυάγην καταπολεμήσας ἐπὶ Πέρσας τὴν ἡγεμονίαν μετήγαγε. πῶς δὲ οὐκ ἤμελλεν, Πέρσης τε ὢν αὐτὸς ἰθαγενὴς καὶ ἅμα χαλεπαίνων τοῖς Μήδοις διὰ τὰς ξὺν Ἀστυάγει παρατάξεις; 7 κρα τήσαντες δὲ καὶ οἱ Περσικοὶ βασιλεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη, καὶ μέντοι καὶ ἡ τούτων ἀρχὴ τελεώτατα διερρύη, στρατῷ ἐπηλύτῃ καὶ βασιλεῖ ἀλλοτρίῳ καταλυθεῖσα. 8 Ἀλέξανδρος γὰρ ὁ Φιλίππου ∆α ρεῖον ἀποκτείνας τὸν Ἀρσάμου τὸν βασιλέα καὶ ἅπασαν τὴν Περσίδα παραστησάμενος ἐς Μακεδονικὴν τὰ πράγματα μετέθηκε πολιτείαν. οὕτω γὰρ ἦν μεγαλουργὸς ἐς τὰ μάλιστα καὶ ἀμαχώτατος, ὡς, ἐπειδὴ αὐτὸν καὶ ἀποβιῶναι ξυνέβη, ὅμως τοὺς ἐκείνου διαδόχους, Μακεδόνας γε ὄντας, κατασχεῖν ἐπὶ πλεῖστον τῆς ἀλλοδαπῆς καὶ ὀθνείας καὶ ἐπὶ μέγα δυνάμεως ἀφικέσθαι. καὶ οἶμαι ἄχρι καὶ ἐς τόδε τοῦ καιροῦ ἦρχον ἂν καὶ ἐπεκράτουν τῇ τοῦ οἰκιστοῦ κρατυνόμενοι δόξῃ, εἰ μὴ ἐς ἀλλήλους στασιάσαντες καὶ θαμὰ κατά τε σφῶν αὐτῶν καὶ πρὸς Ῥωμαίους παρα ταξάμενοι τοῦ πλείονος ἕκατι διέλυσαν τὰς οἰκείας δυνάμεις καὶ οὐκέτι ἀνάλωτοι τοῖς πέλας ἐδόκουν. 9 τοιγάρτοι ἄρξαντες οὐ λίαν ἐλάττονα χρόνον τῶν Μήδων, ὅτι μὴ ἑπτὰ ἔτεσι δέοντα (πειστέον γὰρ κἀνταῦθα τῷ Πολυΐστορι), ἐς τοσοῦτον δὴ οὖν κρατήσαντες, Παρθυαῖοί γε αὐτούς, ἔθνος κατήκοον καὶ ἥκιστα ἐν τῷ πρὸ τοῦ ὀνομαστότατον, παρέλυσαν τῆς ἀρχῆς τοὺς Μακεδόνας. 10 καὶ εἶτα ἐκεῖνοι τῶν ὅλων πλὴν Αἰγύπ του ἡγοῦντο, Ἀρσάκου μὲν πρότερον τῆς ἀποστάσεως ἀρξαμένου, ὡς καὶ Ἀρσακίδας τοὺς μετ' αὐτὸν ὀνομάζεσθαι, Μιθριδάτου δὲ οὐ πολλῷ ὕστερον ἐς μέγα τι κλέος τὸ Παρθυαίων ὄνομα ἐξενεγκόντος. 75 26. Ἑβδομήκοντα δὲ ἐτῶν ἤδη ἐπὶ διακοσίοις παρῳχηκότων ἀπὸ Ἀρσάκου τοῦ προτέρου ἐς Ἀρτάβανον τὸν ἔσχατον βασιλέα, ἡνίκα τὰ Ῥωμαίων πράγματα ὑπὸ Ἀλεξάνδρῳ τῷ Μαμαίας παιδὶ ἐτετάχατο, κατ' ἐκεῖνο δὴ τοῦ καιροῦ τὸ Χοσρόου τοῦ καθ' ἡμᾶς βασιλεύειν ἤρξατο γένος ἥ τε μέχρι καὶ νῦν παρὰ Πέρσαις κατέχουσα πολιτεία ἐν τῷ τότε ἀρχὴν εἴληφε καὶ οἷον κατάστασιν πρώτην. 2 Ἀρταξάρης γάρ τις τοὔνομα, Πέρσης ἀνήρ, ἄδοξος μὲν τὰ πρῶτα καὶ ἀφανέστατος, ἄλλως δὲ μεγαλουργὸς καὶ δραστήριος καὶ δεινὸς κινῆσαι τὰ καθεστῶτα, ξυνωμότας ἀγείρας καὶ ἐπιθέμενος Ἀρτάβανον μὲν ἀναιρεῖ τὸν βασιλέα, ἑαυτῷ δὲ περιθεὶς τὴν κίδαριν καὶ τὴν Παρθικὴν δύναμιν καταλύσας αὖθις τοῖς Πέρσαις τὴν σφετέραν ἀνενεώσατο βασιλείαν. 3 ἦν δέ γε οὗτος τῇ μαγικῇ κάτοχος ἱερουργίᾳ καὶ αὐτουργὸς τῶν ἀπορρήτων. ταῦτά τοι καὶ τὸ μαγικὸν φῦλον ἐγκρατὲς ἐξ ἐκείνου γέγονε καὶ ἀγέρωχον, ὂν μὲν ἤδη καὶ πρότερον καὶ ἐκ παλαιοῦ τήνδε τὴν ἐπίκλησιν ἀποσῶζον. οὔπω δὲ ἐς τοῦτο τιμῆς τε καὶ παρρησίας ἠρμένον, ἀλλ' ὁποῖον ὑπὸ τῶν ἐν τέλει ἔστιν ᾗ καὶ περιορᾶσθαι. 4 δῆλον δέ· οὐ γὰρ ἂν οἱ ἀμφὶ ∆αρεῖον Πέρσαι Σμέρδιος πάλαι τοῦ μάγου μετὰ Καμβύσην τὸν Κύρου τὴν βασιλείαν ὑποσυλήσαντος συμφορὰν ἐποιοῦντο τὸ γεγενημένον καὶ αὐτόν τε τὸν Σμέρδιν ἀπέκτειναν καὶ πολλοὺς τῶν ὅσοι ὁμογνώμονες ἐκείνῳ ἐτύγχανον ὄντες, ὡς οὐκ ἐξὸν τοῖς μάγοις τῷ βασιλείῳ θάκῳ ἐνωραΐζεσθαι καὶ ἱζάνειν. οὕτω δὲ αὐτοῖς οὐ μιαροὶ ἔδοξαν εἶναι οἱ φόνοι, μᾶλλον μὲν οὖν καὶ μείζονος ἄξιοι μνήμης, ὥστε ἀμέλει τὴν στάσιν ἐκείνην Μαγοφόνια ἑορτὴν ὀνομασθῆναι καὶ θυσίας ἐπιτελεῖσθαι χαριστηρίους. 5 νῦν δὲ τιμῶσιν αὐτοὺς ἅπαντες καὶ ὑπεράγανται, καὶ τά τε κοινὰ ταῖς τούτων