1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

102

γὰρ ἤδη, ὡς ἐλάχιστος εἴη ὁ τῶν Ῥωμαίων στρατὸς καὶ ἥκιστα αὐτοῖς ἀξιόμαχος. 6 πλὴν ἀλλ' οἱ στρατιῶται πολλῆς εἴχοντο προθυμίας, περιφρονοῦντες μὲν τοὺς ἀντι πάλους, εἰ καὶ μυρίοι ὅσοι ἐπιφοιτήσαιεν, τῇ σφετέρᾳ δὲ ἀρετῇ μάλιστα πεποιθότες, ἅτε δὴ Ῥωμαῖοί γε ὄντες καὶ ἐμπειρίᾳ μεγάλων ἤδη κιν δύνων τὰ πολέμια ἐκμελετήσαντες. 7 ξυναισθόμενος δὲ ὁ Βελισάριος τῆς τῶν ἀνδρῶν μεγαλοφροσύνης καὶ ὅτι μειζόνως ἤπερ ἐχρῆν ἐπὶ τοῖς φθάσασι πόνοις βρενθυόμενοι τῶν ἐν ποσὶ κατολιγωροῦσιν, ἐδεδίει, μήποτε ἄρα ἐντεῦθεν μεγίστην εὐρυχωρίαν ταῖς ἐλπίσι παράσχοιεν παρεισδῦναί τε αὐτοὺς καὶ ἀπάγειν ὅποι καὶ βούλονται τῷ ῥᾳδίας καὶ προσηνεῖς ὑποφαίνειν τὰς τῶν ἐγχειρημάτων ἐκβάσεις. ὡς ἂν οὖν μὴ οὕτω ταῦτα συμβαῖεν, ἤθροισεν ἅπαντας ἐς ταὐτό, ὥσπερ ἤδη τοῦ ἀγῶνος ἐφεστηκότος, καὶ φανεὶς ἐς μέσον ἔλεξε τοιάδε. 17. «Οὐχ ὡς ἐκ δέους ὑμᾶς, ὦ ἄνδρες, πρὸς τὸ θαρρεῖν ἀναστήσων, τοῦτο δὴ τὸ πρὸ τῶν κινδύνων γιγνόμενον, ἥκω τοῖς εἰωθόσι χρησό μενος λόγοις· ἦ γὰρ ἂν καὶ ἐπιλελῆσθαι τῶν πρότερόν μοι τῇ πείρᾳ 185 γνωσθέντων δόξαιμι ἄν, εἴ γε στρατιώταις Ῥωμαίοις, ἐν συμπλοκαῖς ἀεὶ τεθραμμένοις καὶ πολιτείας ὡς εἰπεῖν μεγίστων ἐθνῶν καθελοῦσιν, εἶτα νῦν παραταττομένοις πρὸς βαρβάρους ἀλήτας, καὶ τούτους Οὔν νους καὶ Κοτριγούρους, παραίνεσίν τινα πρὸς τὸ μὴ δεδιέναι προθείην. 2 ἀλλ' ὁρῶν ἐν ὑμῖν πολὺ τὸ ὑπερφρονοῦν καὶ θρασυνόμενον καὶ πέρα τοῦ καθεστῶτος ἠρμένον οὐκ ἄλογον εἶναι τὸ δεῖν ἀναμνῆσαι τῆς ἀρ χαίας ὑμᾶς εὐκοσμίας ᾠήθην. 3 τὸ γὰρ ἔκμετρον πανταχοῦ φυλακ τέον τοῖς ἔμφροσιν, εἰ καὶ πρός τι τῶν ἐπαινουμένων φερόμενον τύχοι· καὶ τὸ μεγαλαυχεῖν ἐς τοσοῦτον τοῖς προϋπηργμένοις ἐς ὅσον τῶν ὁμοίων διὰ παντὸς τυγχάνειν πεπεῖσθαι, τὴν ἐκ τοῦ λογισμοῦ προμήθειαν ἀποβάλλειν φιλεῖ καὶ πρὸς ἀλαζονείαν ἐξάγειν. τοῖς δὲ πρὸς τοῦτο παρανοίας ἐληλακόσιν, ὡς μηδὲν ὁτιοῦν ἐν νῷ τίθεσθαι τῶν μετρίων, κἂν αὐτὸ τὸ κρεῖττον ἀντιτάττεσθαι προαχθείη. 4 καίτοι κἀκεῖνο σκοπεῖσθαι χρεών, ὡς εἰ καὶ πολλῷ τῆς ὑμετέρας ἀνδρείας ἡττώμενοι τύχοιεν, ἀλλὰ τῷ πλήθει κρατοῦσι, καὶ εἴπερ τὸ ἑκατέρωθεν πλεονάζον ἀντεξετάσοιμεν, πρὸς ἰσότητα χωρήσει τὰ τῆς ἀμετρίας. 5 πῶς οὗν οὐκ αἰσχρὸν ἡμᾶς ἐξ ἀγχωμάλου παρασκευῆς ἀγωνιζομένους οὕτω λίαν ἔχειν τὸ προπετὲς καὶ ἀκάθεκτον, ὡς μηδὲ καιρὸν ἢ τάξιν ἢ τὰς ἀτάκτους τῆς τύχης ῥοπὰς ἐν λόγῳ ποιεῖσθαι; δυνάμει γὰρ χειρῶν οὐκ ἄν τις, οἶμαι, περιέσοιτο πολεμίων, ἢν μὴ προσῇ τὸ κρῖνον ὀρθῶς καὶ λογι ζόμενον. 6 ἐπεὶ πῶς ἂν οἷόν τε ἦν ἔμοιγε νῦν ἐς τόδε πολιᾶς ἥκοντι καὶ οἷον ἐξώρῳ τὰ πολέμια γεγενημένῳ παρατάξεσιν ὁμιλεῖν καὶ κιν δύνοις, εἰ μὴ τοῖς τῆς εὐβουλίας ἀγαθοῖς ἐνῆν ἀμωσγέπως πεποιθέναι; εἰ τοίνυν καὶ γήρως ἀσθένειαν γνώμη στερρὰ καὶ τῶν προσηκόντων ἐφιεμένη κρατύνει καὶ διανίστησι πρὸς τὸ συνοῖσον, ἀναπληροῦσα τῇ προμηθείᾳ τὸ ἐκ τῆς ἡλικίας ἐνδέον, πῶς οὐ μᾶλλον ὑμᾶς ὀνήσει νεότητι συμπαροῦσα καὶ τῇ τοῦ σώματος ῥώμῃ; 7 τὰς μὲν γὰρ ἐκ τύχης τινὸς ἢ χειρὸς ἀγεννοῦς ἀποτεύξεις ἴσως ἂν λογισμὸς ἀσφαλὴς καὶ οἷος τοῖς προσπεσοῦσιν ἁρμόσασθαι μετασκευάσειε πρὸς τὸ συμ φέρον καὶ θεραπεύσειε τὸ ἡμαρτημένον· ἔνθα δὲ γνώμης σφαλείσης τῷ μὴ τὰ δέοντα διανοηθῆναι τῶν ἀβουλήτων τι ξυνενεχθείη, πόθεν ἂν ληπτέον τὸ σῷζον καὶ ἀνακαλούμενον, εἴ γε πρῶτον ἐκεῖνο τὸ ταῦτα τίκτειν πεφυκὸς παρατραπείη; 8 καίτοι θαυμάσειεν ἴσως ἄν τις ἐμοῦ 186 τῆς ἐπὶ τῇ παραινέσει καινοτομίας. δέον γὰρ προσεξαίρειν καὶ διανιστᾶν τὸ πεποιθὸς ἐν ὑμῖν καὶ προθυμούμενον, ἀλλ' ἔγωγε κοιλαίνω ταῦτα τοὐναντίον καὶ παραιροῦμαι, καὶ λογισμοὺς ἐμβάλλων καὶ ὄκνους καὶ ἀμφιβόλους ποιῶν τὰς ἐλπίδας. 18. «Πλὴν ἀλλ' ἐμοὶ μὲν καὶ τοῦτο θυμῆρες εἶναι δοκεῖ καὶ πρὸς τὸ εὔελπι φέρον, εἴ γε τοιούτοις ἀνδράσιν ἥκω συμπολεμήσων, οὓς εἰ πείσαιμι βραχὺ γοῦν ὑφελεῖν τοῦ δραστηρίου, δεινὸς ἂν ἐν λόγοις, οἶμαι, κριθείην. 2 ἴστω δὲ πᾶς τις