1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

34

πρότερον Ἀρχαιοπόλει τε δὶς προσβαλὼν ἀπεκέκρουστο καὶ ἄλλα ἄττα ἐπεπρά χει, ἃ δὴ ἔγωγε παρίημι (ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται), τότε δὴ αὖθις (ἐνθένδε γάρ μοι ἀρχο μένῳ τὰ ἐφεξῆς ἁρμοστέον) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβουλεύετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος εἴσω τοῦ Φάσιδος γενέσθαι ποταμοῦ καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥω μαίους ἐκπλήξας διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν τῶν τῇδε πολισ μάτων παραστήσασθαι δυνηθείη. 2 ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν· Μαρτῖνος γὰρ ὁ στρατη γὸς ἅμα τῇ ἀμφ' αὐτὸν στρατιᾷ ἐς τὴν Τήλεφιν ἱδρυμένος (φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. 3 ἔστι δὲ καὶ ἄλλως τὸ χωρίον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καὶ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινό μεναι στενοτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν. 4 ἄλ λοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα πεδία ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δασεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ ἑνὶ ἀνδρί, καὶ τούτῳ εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τί γε πλήθεσιν ὡπλισμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν 66 πόνου ἀνιέντες, εἴ πού τι εὗρον τῶν τόπων σταθερόν τε καὶ βάσιμον, αὐτίκα ξύλοις τε καὶ λίθοις περιέφραττον καὶ θαμὰ ἐν τοῖσδε ἐμόχθουν. 5 διαπορουμένῳ δὴ οὖν ἐπὶ τοῖς παροῦσι τῷ Μερμερόῃ καὶ πλεῖστα διαλογιζομένῳ προσῆλθε διανοεῖσθαι, ὡς εἴ γε ὅτῳ δὴ οὖν τρόπῳ δια λύσει τὴν φρουρὰν τῶν Ῥωμαίων καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴν διάβασιν ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων οὐχ οἷόν τε ἦν ἀμφοτέρων ἅμα κρατῆσαι· ἐκείνων δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἀμωσγέπως μετασκευάσαι οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. 6 ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων καὶ τῶν πετρῶν ὅ τι ἀντίξουν διακολάπ των καὶ παραιρούμενος οὐ χαλεπῶς διαβήσεσθαι. 7 ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε· ἐσκήπτετο ἀθρόον νόσῳ τινὶ ἑαλωκέναι δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καὶ τὸ ξυμπεσὸν ὀλοφυρόμενος. 8 ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι καὶ ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκε μισθαρνεῖν τοῖς ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ καὶ λάθρᾳ ἐξάγειν τὰ ἀπόρρητα, οὗτοι δὲ τὸ μὲν ἀτρεκὲς οὐκ ἐγίγνωσκον (ἀσφαλέστατα γὰρ τὸ βούλευμα ἐκρύπτετο καὶ οὐδὲ ἐς ἅπαντας τοὺς φιλτάτους ἐξέπιπτε), μόνοις δὲ τοῖς ἐν τῷ ὁμίλῳ περιαγομένοις ἐξηπατημένοι τοῖς Ῥωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης. 20. Εὐθὺς δὴ οὖν τὸ ἐνεργόν τε καὶ σύντονον τῆς φροντίδος ὑποχα λῶντες οὐκέτι λίαν ἀκριβῆ τὴν φυλακὴν ἐποιοῦντο. ὀλίγαι τε παρῳχήκε σαν ἡμέραι καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. 2 τότε δὴ οὖν καὶ μᾶλλον τοῖς Ῥωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπὶ πολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περι φράξεις καὶ τὴν ἐν τούτοις ἀπεργασίαν ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, 67 ἐπ' αὐτοὺς ἥξουσι, μᾶλλον μὲν οὖν καὶ ὡς πορρωτάτω φευξοῦνται. 3 ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθύς, ὡς εἶχε προθυμίας, ἅπαντας κινήσας καὶ τὴν χαλεπότητα τῆς πορείας εὖ διαθείς, ᾗ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ