1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

13

παρασπονδήσαντες. 2 ἀλλ' εἴ 26 γε καὶ νῦν ἐθελήσοιτε μεταμαθεῖν τὸ συνοῖσον καὶ ἔργῳ τὰ ξυγκείμενα διανύσασθαι, οὐδέν τι ἔλαττον ἕξετε. οὗτοί τε γὰρ αὖθις ἀναβιώσονται καὶ τὴν πόλιν ὑμῶν ἥκιστα πημανοῦμεν. εἰ δὲ μή, οὐ τῶνδε πέρι ὑμῖν τὸ λοιπὸν ἀλγητέον, ἀλλ' ἤδη φράζεσθε, ὅπως μὴ καὶ αὐτοὶ ἅπαντες ὅμοια πείσεσθε». 3 ταῦτα δὲ ἐπεὶ ἤκουον οἱ Λουκανοί, ἐξαπατᾶν γε αὐτὸν ἡγοῦντο καὶ φενακίζειν ἐπὶ τῇ τῶν κειμένων ἀναζωγρήσει· καὶ ἦσαν γὰρ ὡς ἀληθῶς ἀπάτη οἱ λόγοι, οὐ μέντοι γε ᾗπερ ἐκεῖνοι ᾤοντο. προθυμότατα δὲ ὅμως ἀνωμολόγουν αὖθις καὶ ἐπώμνυντο σφᾶς τε αὐ τοὺς καὶ τὴν πόλιν αὐτίκα παρέξειν αὐτῷ ἐς ὅ τι βούλοιτο χρῆσθαι, εἴ γε τοὺς ὁμήρους ἴδοιεν περιόντας· ἅτε δὴ γὰρ αὐτοῖς ἀδύνατον εἶναι δοκοῦν τοὺς τεθνεῶτας ἀναβιῶναι εὐπρεπέστατα ἡγοῦντο ταύτῃ γοῦν ἀποσείσασθαι τὸ ἐπίκλημα καὶ ἐπὶ σφᾶς αὐτοὺς τὰ δίκαια μεταθεῖναι. 4 τότε δὴ οὖν ὁ Ναρσῆς ἐγκελευσάμενος ἀνίστησί τε αὐτοὺς ἀθρόον καὶ ἐπεδείκνυντο τοῖς ὁμοφύλοις σῶοί τε καὶ ἀδήλητοι. οἱ δὲ ἐσιδόντες αὐτοὺς κατεπλήττοντο μὲν ὥσπερ εἰκὸς τῷ παραλόγῳ τῆς θέας, οὐ μὴν οὐδὲ ὣς ἅπαντες ἐκτελεῖν τὰ ὀμωμοσμένα ᾤοντο χρῆναι, ἀλλ' ἦσαν οἳ καὶ ἀνῄνοντο. 5 ἐπειδὴ γὰρ αὐτοῖς περιῆσαν οἱ ἄνδρες καὶ τὸ ἀλγοῦν τῆς γνώμης καὶ ἀνιώμενον ἐς τὸ εὔελπι μετεβέβλητο, πάλιν, ἅτε δὴ ὅμιλος, ἐς τὰ πρότερα ἐπανῄεσαν, καὶ τὰ τῆς ἀπιστίας ἐνίκα. ἐς τοῦτο δὲ αὐτῶν ἀβελτερίας ἐληλακότων Ναρσῆς ὁ στρατηγὸς πολλῇ χρώμενος τῇ με γαλοφροσύνῃ ἀφίησι τούτους εὐθὺς καὶ ἐς τὰ οἰκεῖα ἐκπέμπει, οὔτε λύτρα κομισάμενος οὔτε ἄλλο τι τὴν πόλιν ὁμολογεῖν ἀναγκάσας. 6 θαυ μαζόντων δὲ τῶν Λουκανῶν καὶ ὅτου δὴ ἕνεκα τοῦτο δράσειεν ἀμφιγ νοούντων, «οὐ σύνηθες ἔμοιγε» ἔφη «βωμολοχίαις τε καὶ γλίσχραις ἐλπίσιν ἐγκαλλωπίζεσθαι. οἶμαι γὰρ καὶ τούτων ἄνευ, εἰ μὴ ὡς τάχιστα ἑκόντες εἶναι προσχωρήσοιτε, ἀλλὰ ταῦτά γε ὑμᾶς παραστήσονται.» καὶ ἅμα λέγων ἐπεδείκνυε τὰ ξίφη. 7 οἱ μὲν δὴ ἄνδρες ἀφειμένοι καὶ τοῖς ὁμοφύλοις ἀναμιχθέντες ἐν εὐφημίᾳ πολλῇ τὸν Ναρσῆν ἐποιοῦντο ἐπὶ τοὺς ξυλλόγους φοιτῶντες· ἐμέμνηντο δὲ τῆς κομιδῆς τε καὶ ἐπιμε 27 λείας ὁπόσης ἔτυχον πρὸς αὐτοῦ, ὅτι τε μειλίχιος καὶ εὐόμιλος καὶ τὸ μεγαλουργὸν ἔχοι τῷ δικαίῳ ἀνακεκραμένον, ἑκασταχοῦ ἐψιθυρίζετο. 8 καὶ ἔμελλον ἄρα οὐκ ἐς μακρὰν οἵδε οἱ λόγοι μείζονα τῶν ὅπλων δια πράττεσθαι, κατακηλοῦντες τοῦ πλήθους ὁπόσον φίλερι καὶ παλίμβολον, καὶ ὡς πλείστους ἀναπείσειν τὰ Ῥωμαίων ἑλέσθαι. 14. Ἔτι δὲ τοῦ Ναρσοῦ τῇ πολιορκίᾳ προσκαθημένου τὰ ἐς Αἰμιλίαν σταλέντα τῶν Ῥωμαίων στρατεύματα ** ἐταράττετο τοῖς ξυνενεχθεῖσι καὶ δυσθυμίᾳ ὥσπερ εἰκὸς πολλῇ ἑαλώκει. 2 ἐπειδὴ γὰρ αὐτόσε ἀφί κοντο, τὰ μὲν πρῶτα σὺν εὐβουλίᾳ τε καὶ τάξει ἅπαντα ἔπραττον καὶ εἴ που ἢ κώμην τινὰ ἢ πόλισμα δυσμενὲς ληϊσόμενοι ᾔεσαν, ξυντεταγμένοι εὖ μάλα ἐχώρουν καὶ οὐ πόρρω τοῦ μετρίου τὰς ἐπελάσεις ἐποιοῦντο· αἵ τε ἀναχωρήσεις αὐτοῖς οὐ διεσπασμέναι, ἀλλ' ἐν κόσμῳ ἐγίγνοντο, τῶν μὲν ὀπισθοφυλάκων ἐν τῷ δέοντι χώρῳ μενόντων, ἐς πλαίσιον δὲ τῆς φάλαγγος ταττομένης καὶ τὴν λείαν ἐς μέσον ἀπολαμβανούσης, ὡς ἂν βεβαιότατα διασώζοιτο. 3 οὕτω δὲ αὐτῶν τό γε κατ' ἀρχὰς τὰ πολέμια χωρία λυμαινομένων ὀλίγαις ὕστερον ἡμέραις ἅπαντα διέρρει τὰ πραχθέντα καὶ ἀνετέτραπτο. Φούλκαρις γὰρ ὁ τῶν Ἐρούλων στρα τηγὸς ἀνδρεῖος μὲν ἦν δήπου καὶ οὐδὲν ὅ τι πολέμιον ἐπεφύκει δειμαίνειν, θρασὺς δὲ καὶ ταραχώδης καὶ τὸ δραστήριον οὐ μάλα ἐν δέοντι κεκτη μένος στρατηγοῦ τε καὶ ἡγεμόνος οὐ τὸ κοσμεῖν καὶ διατάττειν τὴν φάλαγγα γνώρισμα εἶναι ἡγεῖτο, ἀλλ' εἴ που προφανεὶς ἐν μάχῃ καὶ προαλάμενος θυμῷ τε ἀθρόον ἐμβαλὼν ἐς τοὺς ἀντιπάλους, ἔπειτα αὐ τουργήσειε τὰ πολέμια, ταύτῃ γε ηὔχει καὶ ἐβρενθύετο. 4 τότε δὴ οὖν καὶ μᾶλλον ἐς ἀπειροκαλίαν ἠρμένος ἐπιδρομὴν ἐς Πάρμαν ἐποιεῖτο τὴν πόλιν· ἐτύγχανε δὲ ἡ Πάρμα ὑπὸ τῶν Φράγγων ἤδη κατεχομένη. προ σῆκον δὲ αὐτὸν