1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

71

ἠδύναντο τῆς τῶν λόγων ἀπαγγελίας ἢ τῆς τῶν νοημάτων δεινότητος· ὅμως δὲ τὸ χρῆμα γιγνώσκοντες, ἐφ' ᾧπερ ἕκαστα ἐτύγχανον προηγμένα, ἀγωνιζομένοις τε αὐτοῖς ἔτι ξυνεμόχθουν τῇ προθυμίᾳ καὶ συμπεριήγοντο ταῖς μεταβολαῖς τῶν σχημάτων· οὕτω τε τὰς ψυχὰς διέκειντο, ὡς ἂν αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν. 2 καὶ εἶτα, ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο, αὐτίκα οἵ γε, ἐπισχόντος βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ καὶ ἠγανάκτουν, ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο· τοῦ δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν, τότε δὴ καταβοᾶν ἐς τὸ ἐμφανὲς ἵεντο, καὶ ἤδη ὑπετονθόρυζον καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ' οἱ πρὸς τὸ κατηγορεῖν τεταγμένοι ταῖς χερσὶ καταπαύοντες ἀνέκοψαν τὴν περαιτέρω φορὰν τοῦ θορύβου. 3 καὶ τοίνυν σιγῆς γεγενημένης 131 παρελθὼν καὶ Ῥούστικος ἐν μέσῳ ἅμα Ἰωάννῃ τῷ ἀδελφῷ ἔλεξε τοιάδε· 4 «Μετήγαγε μὲν ἡμῖν ἀθρόον καὶ περιέστησεν εἰς τοὐ ναντίον τὰς τῶν δοκηθέντων ἐκβάσεις ἡ τύχη, καὶ δέον μεγίστων γερῶν ἀπόνασθαι πάρεσμεν θανάτου φευξούμενοι δίκην· πλὴν ἀλλ' ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται καὶ πλείστης ὅσης ἀνάπλεως μεγαλ αυχίας. 5 γενήσεται γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ προδότην ἄνδρα καὶ τύραννον ἀπολωλέναι καὶ τὰ βασι λέως πράγματα τὸ μέρος διασεσῶσθαι· ὥστε εἰ καὶ τεθνάναι ξυμβαίη, στέρξοιμεν ἂν καὶ ὣς ἄσμενοι καθάπερ τι προσφιλὲς καὶ αὐθαίρετον τὸ ἀνιαρὸν καὶ ἠναγκασμένον· καὶ οἰχησόμεθα κάλλιστον τοῦτο πρὸς εὐθυμίαν ἐφόδιον ἔχοντες, τὸ γιγνώσκειν ἐν ἡμῖν αὐτοῖς, ὡς τοὺς Ῥω μαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν καὶ οὔπω παρ' ἑτέρων ἀφῃρημένους. 6 εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον καὶ παρ' ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεώς τε προσέδει τῶν εἰργασμένων καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους καὶ δεδειγμένων τυχὸν διαπορεῖν, ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις καὶ τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. 7 Ῥωμαίου δὲ ἀνδρὸς διαιτῶντος τίνος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ' ὑμῖν αὐτοῖς, ἀνθ' ὧν ὑμᾶς εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες; οὐδὲ γὰρ μεταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι, καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι καὶ δεινὰ τετολμῆσθαί φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου. 8 χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν, ἀλλ' ἔνθα τὸ δίκαιον ἐνεργὸν καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη τὸ ἐφιέμενον καὶ μόνοις τοῖς καθεστῶσι τὸ φρόνημα τῆς ψυχῆς ἀναμετροῖτο. εἰ μὲν οὖν τοιοῦτον ἀπεκτόναμεν ἄνδρα, παράνομα τετολμήκαμεν, ἔνδικος ἡ κατηγορία, εἰκότως βίαιοι καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα. 9 εἰ δὲ τούτων μὲν ὡς πορρωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον ἀλλ' ἢ τοὺς Πέρσας καθ' ἡμῶν λαθραίως ἐπάγειν καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις, πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν τῷ προτερήματι ἢ τὴν βασίλειον στολὴν αἰδεσθέντας ὑπὸ τοῖς πολεμίοις γενέσθαι; 10 τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον 132 ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν ἐπιβουλὴν καὶ τὸ παρὸν ἀμωσγέπως παρακρουσαμένοις σχολαίτερον ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ ὠμότης προεπιφέρειν τὴν τιμωρίαν καὶ μὴ μᾶλλον ἀρκεῖσθαι τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν ἐξουσίᾳ. 11 ἔνθα δὲ τῶν βεβουλευμένων εἰς ἔργον ἀχθέντων οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν, ἀλλ' ἄρδην εὐθὺς ἅπαντα οἴχεται, συναφ αιρουμένων τῇ κοινῇ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων, ἐνταῦθα τὸ τάχος αἱρετέον τοῖς ἔμφροσι καὶ ὅπως μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται