1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

18

βουλευομένῳ γὰρ αὐτῷ περὶ τῶν παρόντων προσῆλθεν ἐννοεῖν, ὡς ἄρ' οἱ Φράγγοι σκῆψιν μέν τινα καὶ προκάλυμμα εὐπρεπὲς τὸ τῆς ξυμμαχίας ὄνομα ποιοῦνται, ὡς δὴ μετάκλητοι ἀφιγμένοι, τὸ δὲ βου λόμενον αὐτῶν τῆς γνώμης ἕτερόν τι φανεῖται· οὐ γὰρ ἐθελήσουσιν, εἰ καὶ τῶν Ῥωμαίων περιέσοιντο, παραχωρῆσαι τοῖς Γότθοις τῆς Ἰταλίας, ἀλλ' ἔργῳ προτέρους ἐκείνους καταδουλώσονται, οἷς τῷ λόγῳ ἥκουσιν ἐπαμυνοῦντες, ἄρχοντάς τε αὐτοῖς ἐπιστήσουσι Φράγγους καὶ ἀφαιρή σονται τῶν πατρίων νομίμων αὐτούς. 3 ταῦτα δὴ οὖν ἐν ἑαυτῷ θαμὰ λογιζόμενος καὶ ἀνελίττων, ἅμα δὲ καὶ τῇ πολιορκίᾳ πιεζόμενος, ἄμεινόν οἱ κατεφάνη τήν τε πόλιν καὶ τὰ χρήματα τῷ Ναρσῇ παραδοῦναι καὶ τὸ λοιπὸν Ῥωμαϊκῆς μεταλαχεῖν πολιτείας κινδύνων τε ἀπογενέσθαι καὶ βαρβαρικῶν διαιτημάτων. 4 ὅσιον γὰρ ᾤετο εἶναι, εἰ μὴ τοὺς Γότ θους ἔνεστι τὴν Ἰταλίαν κεκτῆσθαι, τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτοράς τε καὶ ἰθαγενεῖς τὸ ἀνέκαθεν ἡγεμόνας αὐτὴν ἀνακομίσασθαι καὶ μὴ μέχρι 36 παντὸς τῶν σφετέρων ἀποστερεῖσθαι. ταῦτα δὴ οὖν αὐτός τε ἐπιτελεῖν τὸ μέρος ἐγνώκει καὶ ἅπασι τοῖς ὁμοφύλοις παράδειγμα εὐβουλίας γενέσ θαι. 5 καὶ τοίνυν τοῖς πολιορκοῦσι Ῥωμαίοις διαγγείλας πρότερον, ὡς ἐθέλοι πρὸς τὸν στρατηγὸν ἰέναι, καὶ εἶτα ἐφειμένον αὐτῷ, παραγίγ νεται ἐς Κλάσσεις, οὗ δὴ τὸν Ναρσῆν διατρίβειν ἐπέπυστο· ἵδρυται δὲ τὸ φρούριον ἐν τῇ Ῥαβέννης περιοικίδι. 6 καὶ δὴ ἐς ὄψιν αὐτῷ ἀφιγ μένος τάς τε κλεῖς τῆς Κύμης ἐνεχείρισε καὶ ἅπαντα ὑπηρετήσασθαι ὡμολόγει πρὸς εὐνοίας αὐτῷ· καὶ ὃς ἀπεδέχετό τε αὐτὸν τῆς προσχωρή σεως καὶ μείζοσιν ἀγαθοῖς ἐπηγγέλλετο ἀντιδωρεῖσθαι. 7 τότε δὲ εὐθὺς ἀπόμοιραν μέν τινα τῶν ἀμφὶ τὴν Κύμην στρατοπεδευομένων ἐκέλευσεν εἴσω τοῦ περιβόλου γενέσθαι αὐτήν τε τὴν πόλιν καὶ τὰ χρή ματα παραληψομένους καὶ ἅπαντα ἐν τῷ ἀσφαλεῖ διαφυλάξοντας, τὸ δὲ λοιπὸν στράτευμα ἐν ἑτέροις πολίσμασί τε καὶ φρουρίοις ἀναχωρεῖν, ὡς ἂν καὶ οἵδε διαχειμάσοιεν. καὶ ἅπαντα οὕτω ἐπράττετο. 8 ἐπεὶ δὲ ὁ τῶν Ἐρούλων στρατὸς οἰκείου αὖθις ἡγεμόνος ἐχήρευε, δύο δὲ ἄνδρε ἤστην ἐν αὐτοῖς ἐπισήμω τε καὶ ἀμφηρίστω, ἐμερίζοντο ἡ πληθὺς ἐφ' ἑκάτερον ταῖς γνώμαις. τὸ μὲν γάρ τι αὐτῶν περὶ πλείστου τὸν Ἀροὺθ ἐποιοῦντο καὶ ἅπαντα σφίσιν ἄμεινον ᾤοντο ἔσεσθαι, εἴ γε ἐκεῖνος ἡγοῖτο· τοὺς δὲ ὁ Σίνδουαλ ἤρεσκεν, ἅτε δὴ δραστήριος ἐς τὰ μάλιστα καὶ εὖ τὰ πολέμια ἠσκημένος. οἷς δὴ καὶ Ναρσῆς θέμενος τοῦτόν γε αὐτοῖς ἐφίστησι στρατηγὸν καὶ ἔστελλε καὶ τοὺς ὅπη ἄριστα ἤμελλον διαχειμά σειν. 9 τὸν δὲ Ἀλίγερνον εἰς Κισσίναν τὴν πόλιν ἀπέπεμπεν, εἰρημέ νον αὐτῷ, ἐπειδὰν αὐτόσε ἀφίκηται, ἀναβάντα ἐς τὸ τεῖχος ὑπερκύπ τειν ἀναφανδὸν ὡς ἅπασιν ὅστις εἴη διαγνωσθῆναι. προσέταττε δὲ ταῦτα, ὅπως δὴ οἱ Φράγγοι (ἐνθένδε γὰρ διαβήσεσθαι ἤμελλον) θεάσαιντό τε αὐτὸν αὐτομολήσαντα καὶ ἀπαγορεύσαιεν τῇ ἐπὶ τὴν Κύμην πορείᾳ καὶ τῇ τῶν χρημάτων ἐλπίδι, ἴσως δὲ καὶ παντὶ τῷ πολέμῳ, ὡς ἤδη ἁπάντων προκατειλημμένων. 10 καὶ ὁ μὲν ἐπειδὴ παριόντας ἑώρα τοὺς Φράγγους, ἐπεκερτόμει τε αὐτοὺς ἐκ τοῦ μετεώρου καὶ ἐπέσκωπτεν ὡς μάτην τὸ λοιπὸν ἐπειγομένους καὶ κατόπιν ἥκοντας τῶν πραγμάτων, τοῦ τε πλούτου παντὸς ὑπὸ Ῥωμαίων προκατεχομένου καὶ αὐτῶν γε δὴ τῶν παρασήμων τῆς Γοτθικῆς ἡγεμονίας· ὡς εἴ γε καί τις τὸ λοιπὸν 37 βασιλεὺς τῶν Γότθων ἀναδειχθείη, μὴ ἔχειν ὅτῳ ἀρίδηλος εἴη καὶ ἐπίση μος, ἀλλ' ἀμφιέννυσθαι μόνην στρατιωτικὴν ἐφεστρίδα καὶ ἰδιωτεύειν τῷ σχήματι. 11 οἱ δὲ Φράγγοι ἀφύβριζον μὲν ἐς αὐτὸν καὶ ἐλοιδο ροῦντο καὶ προδότην ἀπεκάλουν τοῦ γένους· καί πως ἀμφίδοξοι ἐγί γνοντο ἐπὶ τοῖς παροῦσιν, ὡς καὶ βουλεύεσθαι εἰ πολεμητέα· ἐνίκα δὲ ὅμως τὸ μὴ μεταμέλειν αὐτοῖς, ἀλλ' ἐφ' ἃ ὥρμηντο τὴν ἀρχὴν καὶ δὴ ἐπὶ ταῦτα ἰέναι. 21. Ἐν τούτῳ δὲ ὁ Ναρσῆς τῇ Ῥαβέννῃ ἐπιστὰς καὶ τοῖς ἐνταῦθα στρατεύμασιν ὁμιλήσας καὶ πάντα ἐν δέοντι καταστησάμενος ἐς Ἀρί μινον ἐχώρει