1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

17

ἔστιν οὗ ἡ τοῦ περιβόλου οἰκοδομία καὶ ἅπασα ἰδέα κακοῦ περιεστήκει τὴν πόλιν. 5 οἱ μὲν οὖν πρότερον ὁμηρεύσαντες τότε δὴ πλέον ἔπρασσον ἐς τοὺς Ῥωμαίους, καὶ τό γε ἐπ' ἐκείνοις τάχιστα ἂν ἅπασα ἡ πόλις ὑπεκλίθη· νῦν δὲ οἱ τῶν Φράγγων ἁρμοσταί, οἳ δὴ ἐτύγχανον ἔνδον ἐπὶ φρουρᾷ τοῦ ἄστεος ἐγκαταστάντες, ἐνέκειντο παροτρύνοντες πολεμεῖν καὶ τοῖς ὅπλοις διωθεῖσθαι τὴν πολιορ κίαν. 6 αὐτίκα δὴ οὖν αἵ τε πύλαι ἀνεπετάννυντο καὶ ἐπεκδρομὰς ἐξαπιναίους ἐς τοὺς Ῥωμαίους ἐποιοῦντο, ταύτῃ οἰόμενοι περιέσεσθαι. ἀλλ' ἔμελλον οἵ γε δρᾶν μὲν ἐλάχιστα τοὺς πολεμίους, μεγάλα δὲ ἡλίκα πημαίνεσθαι· οἱ γὰρ δὴ πλεῖστοι τῶν Λουκανῶν ἤδη ἀναπεπεισμένοι ὑπὸ τῶν ἔνδον πρασσόντων ἐθελοκακοῦντες ἐμάχοντο. 7 ἐπεὶ δὲ αὐτοῖς θαμὰ πειρωμένοις οὐδὲν τῶν ἐλπισθέντων προὐχώρει, ἀλλὰ πολλοὺς τῶν σφετέρων ἀποβαλόντες αἰσχράς τε καὶ ἀγεννεῖς ἀναχωρήσεις 34 ἐποιοῦντο αὖθίς τε εἴσω τοῦ περιβόλου γενόμενοι ἀκριβέστερον ἐγκατείρ γοντο, ὡς μηκέτι αὐτοῖς εἶναι ἐξιτητέα, τότε δὴ ἅπαντες ὡς οὐχ οἷόν τε ὂν αὐτοῖς ἄλλως σφᾶς αὐτοὺς διασώσασθαι μετεβάλοντο πρὸς ἀνάγκης ἐς τὸ εἰρηναῖον τὰς γνώμας καὶ τὸ παρὸν εὖ διαθεῖναι ἠβούλοντο. 8 καὶ οὖν αὐτίκα τὰ πιστὰ κομισάμενοι πρὸς Ναρσοῦ, ὡς οὐδὲν αὐτοῖς τῶν προγεγενημένων ἕνεκα ὀργιεῖται, τήν τε πόλιν παρέδοσαν καὶ εἰσεδέ χοντο ἄσμενοι τὸν στρατόν, τριῶν ἤδη μηνῶν ἐν τῇ πολιορκίᾳ τρι βέντων, καὶ ἦσαν αὖθις βασιλέως τοῦ Ῥωμαίων κατήκοοι. 19. Ναρσῆς δέ, ἐπεὶ ἐξεπεπολιόρκητό οἱ ἡ Λοῦκα καὶ οὐδὲν ἔτι ἀντίπαλον ἦν, ἀποδιατρῖψαι μὲν ἐν αὐτῇ οὔ τι μάλα ᾤετο χρῆναι, οὐδ' ὅσον ἀναπνεῦσαι τῶν πόνων· καταλιπὼν δὲ αὐτοῦ Βόνον τὸν στρα τηγὸν τὸν ἐκ Μυσίας τῆς πρὸς τῷ Ἴστρῳ ποταμῷ παρατεταμένης, ἄνδρα συνέσεώς τε ἐς ἄκρον ἥκοντα καὶ λίαν ἀγαθὸν τά τε πολιτικὰ καὶ πολέμια, δύναμίν τε αὐτῷ παραδοὺς ἀξιόχρεων καὶ ὅσῃ ῥᾳδίως ἤμελλεν, εἰ καί τι νεωτερίσοιεν οἱ τῇδε βάρβαροι, περιέσεσθαι καὶ καθέξειν· ταῦτα δὴ οὖν οὕτω καταστησάμενος ἠπείγετο ἰθὺ τῆς Ῥαβέννης ἰέναι, ἐφ' ᾧ τὰ ἐνταῦθα στρατεύματα ἐς τὸ διαχειμάζειν μεθήσει. 2 ἐπειδὴ γὰρ τὸ μετόπωρον ἤδη ἐτελεύτα καὶ ἀμφὶ τὰς χειμερίους τροπὰς ταῦτα ἐπράσ σετο, πολεμητέα μὲν οὔ οἱ ἐς ἐκεῖνο τοῦ καιροῦ εἶναι ἐδόκει· ἦ γὰρ ἂν τοῦτο ὑπὲρ τῶν Φράγγων ἔμελλεν ἔσεσθαι, οἷς γε πολέμιον μὲν τὸ πνῖγος καὶ πλείστην ἐντίθησι δυσθυμίαν, καὶ οὐκ ἄν ποτε θέρους ἑκόντες εἶναι διαμαχέσαιντο, σφριγῶσι δὲ ὑπὸ τοῦ κρύους ἀεὶ καὶ ῥωμαλεώτατοι γίγνονται καὶ ἥδιστα τότε διαπονοῦνται. ἔχουσι γὰρ πρὸς τοῦτο οἰκείως τῷ δυσχείμερον πατρίδα κεκτῆσθαι καὶ οἷον ξυγγενὲς αὐτοῖς εἶναι τὸ ψύχεσθαι. 3 τούτων δὴ οὖν ἕκατι διαμέλλειν ἐπειρᾶτο καὶ ἐς νέωτα τὸν πόλεμον μεταθέσθαι. καὶ οὖν διασκεδάσας τὸ στράτευμα κατὰ λοχα γοὺς καὶ ταξιάρχους ἀνὰ τὰ ἐχόμενα πολίσματά τε καὶ φρούρια διαχει μάζειν ἐκέλευεν, ἅμα δὲ ἦρι ἀρχομένῳ ἥκειν ἐς Ῥώμην ἅπαντας καὶ 35 ἀγείρεσθαι, ὡς ἐνθένδε πανσυδὶ παραταξομένους. 4 καὶ οἱ μὲν κατὰ ταῦτα ἐχώρουν· Ναρσῆς δὲ ἐπὶ Ῥάβενναν ἰὼν μόνους ἐπήγετο τοὺς ἀμφ' αὐτὸν θεραπευτάς τε καὶ δορυφόρους καὶ ὅσοι τῆς ἀρχῆς αὐτῷ ὑπηρέται ἐτύγχανον ὄντες, οἷς δὴ τὰ ἀρχεῖα ἐπεφρόντιστο τῆς τε ἄλλης εὐκοσμίας πέρι καὶ ὅπως μὴ χύδην ἅπασι τοῖς βουλομένοις ὡς αὐτὸν εἰσιτητέα εἴη. τούτους δὲ ἔθος Ῥωμαίοις ἐκ τῶν κιγκλίδων ἐπονομάζειν καὶ τῆς ἐν τούτοις ἐπιμελείας. 5 εἵπετο δέ οἱ καὶ Ζανδαλᾶς ὁ τῶν οἰκο τρίβων ὀπαδῶν πρωτοστάτης καὶ ὅσον ἄλλο οἰκετικὸν καὶ ὅσοι τομίαι κατευναστῆρες. ἄγων δὴ οὖν τοὺς ξύμπαντας ἄνδρας ἐς τετρακοσίους ἐπὶ Ῥάβενναν ᾔει. 20. Ἐν τούτῳ δὲ Ἀλίγερνος ὁ Φρεδιγέρνου μὲν παῖς, ἀδελφὸς δὲ Τεΐα γεγενημένος, οὗ δὴ καὶ πρότερον ἐπεμνήσθην ἐν τῇ τῆς Κύμης πολιορκίᾳ, οὗτος δὴ ὁ Ἀλίγερνος, ἐπειδὴ οἱ Φράγγοι ἐς τὴν Ἰταλίαν παρῆσαν καὶ ἐς αὐτοὺς ἤδη τὰ τῶν Γότθων πράγματα μετεχώρει, μόνος γε πέφηνε τότε ξυνεὶς τὸ συνοῖσον καὶ στοχαζόμενος τῶν μελλόντων. 2