1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

67

ἄδικον μίασμα δράσαντες ἁλοῖεν οἱ ἀπεκτονότες οὕτω τε καταδιαιτηθέντες καὶ ὑπὸ κήρυκι πομπῷ ἀνὰ τὰ πλήθη περιηγμένοι εἶτα τῷ παλαμναίῳ ξίφει ἁπάντων θεωμένων καρατομηθεῖεν, τότε δὴ μεῖζόν τι δόξειεν εἶναι τὸ πέρας καὶ διπλασίων ἡ τιμωρία. 6 ἠπίστατο γὰρ ὡς, εἰ μὲν οὕτω πως ἐν ἀπορρήτῳ βαρβαρικώτερον Ῥούστικόν τε καὶ Ἰωάννην διαφθαρῆναι παρακελεύσοιτο, οὐκ ἀποχρώντως ἡγήσασ 124 θαι ἂν τοὺς Κόλχους τὴν ὕβριν αὐτοῖς ἀπεσκευάσθαι, οὐδὲ προσήκουσαν ποινὴν κομίσασθαι τῶν ἡμαρτημένων. 7 δικαστηρίου δὲ καταστάντος καὶ ἀντιλογίας ἑκατέρωθεν προελθούσης καὶ τῶν ὑπηρετῶν ἄνω τε καὶ κάτω διᾳττόντων καὶ ὅπως τῶν κρινομένων ἕκαστος ἐν κόσμῳ ἑστήξει καὶ ἀποκρινεῖται διαταττομένων ὄγκου τε δικαστικοῦ φαινομένου καὶ μεγαληγορίας ἀκουομένης καὶ ἐπὶ τούτοις τοῦ ὀλέθρου φρικωδέστερον ἐπιγιγνομένου, τούτων δὴ οὖν οὕτω πραττομένων ἕτερόν τι αὐτοῖς μεῖζον καὶ μάλα εἰκότως φανεῖσθαι τὸ χρῆμα ἐγίγνωσκε καὶ τάχα τὴν ἀξίαν τοῦ ἐπικλήματος ὑπερβάλλον. 8 ταῦτα γὰρ καὶ τοὺς ἐν Βυζαν τίῳ ἀστούς, καίτοι θαμὰ ἐκεῖσε γιγνόμενα, καταπλήττει καὶ ἐξίστησι τῶν φρονημάτων, μή τί γε βαρβάρους καὶ οὐκ εἰθισμένους. τούτων μὲν οὖν ἕνεκα, οἶμαι, Ῥωμαϊκὸν δικαστήριον, μᾶλλον μὲν οὖν Ἀττικώτατον, ὑπὸ τῷ Καυκάσῳ ξυνεκροτήθη. 2. Τότε δὲ Ῥούστικός τε καὶ Ἰωάννης ἐκ τοῦ δεσμωτηρίου ἠγμένω ἀνὰ τὸ λαιὸν μέρος ἑστήκατον, οἷα δὴ φεύγοντε. ἐπὶ θάτερα δὲ παρῆσαν κατηγορησείοντες τῶν Κόλχων οἱ ἐμφρονέστατοι καὶ ἤδη ἐκ πλείστου τὴν Ἑλλάδα φωνὴν ἐκμεμαθηκότες. 2 ἐδέοντο δὲ πρότερον τὴν παρὰ βασιλέως ἐπιστολὴν ἐν κοινῷ ἀνακηρύττεσθαι, ἥνπερ ἐτύγχανε πρότε ρον ὁ Ἰωάννης τούτων δὴ πέρι τοῖς στρατηγοῖς διακομίσας· ἀλλὰ γὰρ καὶ τῷ διαιτητῇ ξυνδοκοῦν, γεγωνότερόν τις αὐτὴν τῶν ἐς τοῦτο τεταγμένων διεξῄει, ὧδέ πως ἔχουσαν· 3 «ἄπιστον μὲν καὶ παράλογον τὸ πρὸς ὑμῶν ἀνηγγελμένον, ὡς ἄρα βουλομένῳ ἐστὶ τῷ Γουβάζῃ τὰ πάτρια ἔθη καταπροεμένῳ καὶ τοὺς ἐν ἅπασιν ὁμόφρονας καὶ ἀνέκαθεν ἡγεμόνας, τοὺς Ῥωμαίους φαμέν, ἐπὶ τοὺς ἐχθίστους τε καὶ ἀλλοτριω τάτους καὶ πρός γε τὰ ἐς θεὸν ἑτερογνώμονας μεταχωρῆσαι, καὶ ταῦτα οὐδὲν ὁτιοῦν ἐξ ἡμῶν ἄχαρι προπεπονθότι. 4 πλὴν ἀλλ' ἐπειδὴ γιγνώσκομεν τὰ ἀνθρώπεια παλίμβολά τε καὶ ὀλισθηρὰ καὶ τῇ ποι κιλίᾳ τῶν παρεμπιπτόντων συμπεριάγεσθαι πεφυκότα, οὐ παντάπασιν ἀπιστεῖν ᾠήθημεν χρῆναι οὐδὲ μεθεῖναι μὲν τὸ φυλάξασθαι τὰ παρ' ἐκείνου εἴτε ἴσως εἴτε πάντως βεβουλευμένα, καταλιπεῖν δὲ ἐν ἡμῖν αὐτοῖς φροντίδα περιττὴν καὶ ἀμφιρρόπους ἐννοίας, ἐπ' ἀδήλῳ ἔτι κειμένου τοῦ τέλους. καίτοι ἀλλόκοτόν τι καὶ ταραχῶδες τὸ μηδαμῶς ἐφ' ὁτῳοῦν βεβαιότατα πεποιθέναι, ἀλλ' ὑποψίας ἀεὶ καὶ δείματος εἶναι μεστόν, καὶ ἐπ' αὐτοῖς δήπου τοῖς ξυνηθεστάτοις. ὅμως (ἐν ἅπασι γὰρ τοῦτο νικᾷ) 125 ἑπόμεθα καὶ ἡμεῖς τῇ φύσει καὶ ἀπιστοῦμεν. 5 ὡς ἂν δὲ μήτε προπετῶς ὠμόν τι καὶ ἀπηνὲς δράσοιμεν ἐπὶ Γουβάζῃ μήτε τῷ οὐκ εἰκότι δῆθεν ἀναπεπεισμένοι μαλθακισθείημεν, ἀλλ' ἐκφύγοιμεν τὰς ἑκατέρωθεν μετα μελείας, εὔβουλόν τι ἡμῖν κατεφάνη καὶ μέσως πως ἔχον ἐνταῦθα τὸν ἄνδρα παραγενέσθαι. στέλλειν τοίνυν αὐτὸν τὴν ταχίστην, εἴτε βου λόμενον εἴτε ἠναγκασμένον. 6 εἰ δέ γε ἡμᾶς ταῦτα ἐθέλειν ἐγνωκὼς ἀντισταίη καὶ ἀπαναίνοιτο τὴν πορείαν, ἐπιλαμβανομένων τε ὑμῶν καὶ ἑλκόντων (καὶ γὰρ τοῦτο ποιεῖν ὑμῖν τοὐντεῦθεν ἐξέσται) ἀπ αχθήσεται· εἰ δὲ διωθοῖτο καὶ ἀντεπιφέροιτο καὶ ὅτῳ γοῦν τρόπῳ τὰς χεῖρας ἀντάροι, τότε δὴ ἕξομεν περιφανεῖς τοὺς ἐλέγχους τῶν μελε τωμένων, καὶ τὸ λοιπὸν ἐν τοῖς πολεμιωτάτοις τετάξεται, ὡς, εἴ πού τις αὐτὸν τοιαῦτα τολμῶντα καὶ ἀποκτείνοι, οὐδὲ τοῦτο ἡμῖν ἐσόμενον ἀπὸ τρόπου. οὐκοῦν οὐδὲ ποινὰς ὁ δράσας ὑφέξει τοῦ ἐγχειρήματος· οὐ γὰρ ὡς μιαιφόνον αὐτὸν κολαστέον, ἀλλ' ὡς τυραννοκτόνον ἐπαι νετέον.» ἡ μὲν οὖν παρὰ βασιλέως ἐπιστολὴ τοιάδε ἄττα ἐγκελευσα μένη διέγνωστο.