1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

28

Συρακούσαις κακὰ μῶν ἄλλοθεν εὕροι τις ἂν γεγενημένα ἢ ἐξ ἀνοίας τε καὶ ἀδικίας; τί γὰρ ἠβούλοντο οἱ Ἀθηναῖοι τοὺς ἐπὶ θύραις πολεμίους ἀφέντες, οἱ δὲ ὡς πορρωτάτω ἐπιστρατεύειν καὶ λυμαίνεσθαι τῇ Σικελίᾳ; 6 πολλὰ μὲν οὖν καὶ ἕτερα ἔχοι τις ἂν ἀπαριθμεῖσθαι ἀφροσύνης τε καὶ ἀδικίας τοιάδε κυήματα καὶ ὅπως σίνονται τοὺς χρωμένους, πλὴν ἀλλὰ καὶ ταῦτα ἡγοῦμαι ἀποχρώντως ἐν τῷ παρόντι εἰρῆσθαι. 7 Τότε δὲ οἱ Ῥω μαῖοι, (ἐς γὰρ τὰ πρότερα αὖθις ἰτέον) τοὺς μὲν σφετέρους νεκρούς, ᾗ νενόμισται, καταχώσαντες, τοὺς δὲ τῶν πολεμίων σκυλεύσαντες, μέγα τι χρῆμα ἤθροισαν ὅπλων, καταστρεψάμενοι δὲ αὐτῶν καὶ τὸ χαρά κωμα καὶ ἅπαντα διαρπάσαντες, οὕτω δὴ τῇ λείᾳ σεσαγμένοι, παια νίζοντές τε καὶ στεφανηφοροῦντες καὶ τὸν στρατηγὸν ἐν κόσμῳ προ ηγούμενοι, ἐς τὴν Ῥώμην ἐπανῆλθον. 8 ἦν δὲ ἰδεῖν ἐπὶ πολὺ τὰ ἀμφὶ Καπύην ἅπαντα πεδία τῷ λύθρῳ περιρρεόμενα καὶ ὑπερχειλῆ τὸν ποτα μὸν τῷ ὑπερπεπλῆσθαι σωμάτων. ἐμοὶ δέ τις τῶν ἐπιχωρίων καὶ ἐλεγεῖόν τι ἔφη ἐς κύρβιν τινὰ λιθίνην ὑπό του γεγράφθαι ἀμφὶ τὰς ὄχθας τοῦ ποταμοῦ ἱδρυμένην, ὧδέ πως ἔχον· Ῥεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς ∆έξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, Ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, Ὁππόσα δειλαίῳ πείθετο Βουτιλίνῳ. Ὄλβιον ἆ τόδε χεῦμα, καὶ ἔσσεται ἀντὶ τροπαίου Αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. 55 9 τοῦτο μὲν οὖν τὸ ἐπίγραμμα, εἴτε ὡς ἀληθῶς ἐγκεχάρακται τῷ λίθῳ εἴτε καὶ ἄλλως ᾀδόμενον ἐς ἐμὲ ἵκετο, οὐδὲν οἶμαι τὸ κωλύον ἐνθάδε ἀναγεγράφθαι. ἴσως γὰρ καὶ ἐς μαρτύριον οὐκ ἄχαρι ἂν εἴη τῶν ἐν τῇδε τῇ ξυμπλοκῇ γεγενημένων. 11. Ἐν τούτῳ δὲ τοῖς Ῥωμαίοις ἠγγέλλετο καὶ τὰ ἐν Βενετίᾳ ἐπὶ Λευθαρίῳ τε καὶ τοῖς ἀμφ' αὐτὸν ἅπασι ξυνενεχθέντα. τότε δὴ οὖν καὶ μᾶλλον οἵ τε ἀστοὶ καὶ τὰ στρατεύματα χορείας ἐτέλουν καὶ πανηγύρεις, ὡς οὐδὲν ἔτι αὐτοῖς ἀντίξουν προσγενησόμενον, ἀλλ' ἐν εἰρήνῃ τὸ λοιπὸν βιοτεύσοντες. τῶν γὰρ ἐμβαλόντων ἐς τὴν Ἰταλίαν πολεμίων οὕτω δὴ ἁπανταχοῦ διολωλότων οὐκ ᾤοντο ἄλλους ἐπιβήσεσθαι. 2 καὶ ταῦτα μὲν τὸ πλῆθος διενοεῖτο, οἷα οὐ τῶν ἀκριβῶν στοχάζεσθαι πεφυκότες, ἀλλ' ἐς ῥᾳστώνην ἐμβεβλημένοι καὶ πρὸς τὸ ἡδόμενον τῆς γνώμης ἅπαντα κρίνοντες. 3 τῷ δὲ Ναρσῇ ὀρθῶς ἕκαστα διασκοποῦντι ἀκο λασία ἐδόκει τὸ χρῆμα καὶ παραφροσύνη, εἴ γε ᾤοντο μηκέτι ἕξειν ἀνάγκην ἑτέρους ὑποδύεσθαι πόνους, ἀλλὰ χρῆναι μᾶλλον ἐς τὸ τρυφε ρώτερον τῆς διαίτης ἐς ἀεὶ μεταβεβλῆσθαι. ἐλείπετο γάρ, οἶμαι, αὐτοῖς ὑπὸ ἀβελτερίας τὰς ἀσπίδας τυχὸν καὶ τὰ κράνη ἀμφορέως οἴνου ἢ καὶ βαρβίτου ἀποδόσθαι, οὕτω περιττὰ τὸ λοιπὸν καὶ ἀνόνητα ἡγοῦντο τὰ ὅπλα. 4 ὁ δὲ στρατηγὸς τὰ εἰκότα διεγίγνωσκεν, ὡς ἄρα καὶ αὖθις πόλεμοι ἔσονται Φραγγικοί, καὶ ἐδεδίει, μή ποτε οἱ Ῥωμαῖοι ἐς τὸ ἁβρο δίαιτον τραπέντες τὰ φρονήματα διαφθαρεῖεν, εἶτα εἰ παρατάξεως ἐπέλ θοι καιρός, οἱ δὲ ὄκνῳ εἴκοντες ἀπαγορεύσαιεν τοῖς κινδύνοις. 5 καὶ ἴσως ἂν οὐ πολλῷ ὕστερον καὶ τόδε ξυνέβη, εἰ μὴ θᾶττον δεῖν ᾠήθη ξυγκαλεσάμενος τὰ στρατεύματα καὶ παραίνεσιν προσάγων ἀρίστην ἐς τὸ σῶφρόν τε καὶ ἀνδρεῖον τὰς γνώμας μετάγειν καὶ ὑποτέμνεσθαι τὸ ὑπερβάλλον τῆς μεγαλαυχίας. οὕτω δὴ οὖν ἁπάντων συνηθροισμένων παρελθὼν ἐς μέσους ἔλεξε τοιάδε. 12. «Τοὺς μὲν ἀθρόον καὶ οὐ πάλαι συμβὰν εὐτυχίας τινὸς μετασχόν τας οὐκ ἀπεικὸς οἶμαι πρὸς ἀπειροκαλίαν ἐκκλῖναι καὶ τῷ ἀσυνήθει καταπεπλῆχθαι, μάλιστα ἡνίκα τῷ ἀπροσδοκήτῳ καὶ τὸ παρ' ἀξίαν προσῇ. 2 ὑμεῖς δέ, ὦ ἄνδρες, ποίαν ἂν καὶ προβάλοισθε σκῆψιν, ἤν τις ὑμᾶς τῆς μεταβολῆς αἰτιῷτο; πότερον ὡς νῦν ἐγεύσασθε νίκης, οὐ 56 πρότερον εἰωθότες; ἀλλ' ὑμεῖς οἱ Τωτίλαν τε καὶ Τεΐαν καὶ ἅπαν τὸ Γοτθικὸν ἔθνος ἐκποδὼν ποιησάμενοι· ἀλλ' ὡς μείζονος ἢ καθ' ὑμᾶς αὐτοὺς πειρᾶσθε τῆς τύχης; καὶ ποῖον ἂν μέγεθος εὐδαιμονίας τῇ τῶν Ῥωμαίων δόξῃ συμμετρηθείη; συγγενὲς γὰρ ἡμῖν καὶ πάτριον κρατεῖν ἀεὶ τῶν πολεμίων. 3 καὶ